PG 142, col. 26

σις οὖν ἑκατέρωθεν ἦν. Καὶ τῇ στάσει δυοῖν ἐτέοιν
χρόνος ἐτρίϐετο, ἕως συνιδὼν ὁ νεανίας, δτι νικῷεν
ἂν οἱ τεκόντες ἀεὶ ὲκ τοῦ φανεροῦ τῶν λόγων πρὸς
αὐτοὺς γινομένων, σκήπτεται μεθεῖναι τὴν γνώμην,
ἡσυχίαν δὲ ἄγειν, καὶ καθ’ ὅ τι ἂν έκεῖνοι κύριοι
καὶ γονεῖ, ὄντες κελεύοιεν, ἕπεσθαι. Οὕτω σκηψά-
μενος, καί τινα χρόνον τῷ πλάσματι ἐφησυχάσας
βραχὺν, τίνα οὕτω τήν τοῦ μένειν βεϐαιώσηται γνώ-
μην, λαηὼν πᾶσαν πάντων αἴσθησιν οἰκείων τε καὶ
συγγενῶν, ἀπαναστὰς τῆς πατρίδος, νηός τ’ ἐπιϐὰς,
καὶ ἐπιφόρῳ παρὰ τὸν πλοῦν χρησάμενος πνεύματι,
τριταῖος; ἐς Πτολεμαΐδα τὴν ἐν Παλαιστίνῃ κατάγε-
ται. Κ’ ἐντεῦθεν εἷς ’Δναιαν τῆς Ἀσίας δευτέρῳ
πλῷ χαλεπῷ τούτῳ καὶ λίαν ἐπικινδύνῳ, κάκεῖθεν
είς Ἔφεσον ἥκει. Ἔνθα καὶ ὡς έν γειτόνων οἰκῶν
εἴη ὁ Βλεμμύδης πυθόμενος ἀνὴρ, ὡς ἐλέγετο, οὖ μό-
νον Ἐλλήνων τῶν ἐφ’ ἡμῶν, me καὶ πάντων ἀν-
δρῶν σοφώτατος, πολὺς γίτεναι πρὸς αὐτὸν κατὰ
θέαν πορεύεσθαι τὴν αὓτοῦ. Ἐπέσχον δὲ ὅμως ἄν-
δρες Ἐφέσιοι τῆς ὁρμῆς, εἰρηκότες, ὅπερ καί ἦν
ἀληθὲς, ὡς οὐ μόνον αὐτὸν ἀπαξιώσω ἰδεῖν ὁ φιλόσο-
φος νέον ὅντα, καὶ ξένον, καὶ πένητα, ἀλλὰ καἰὸ
περὶ αὐτὸν χορὸς τῶν σοφῶν μοναστηρίῳ, προσπε-
λάσαι οὐκ ἂν συγχωρήσαιεν. Τοῖς γὰρ κατ’ αὐτὸν
ἐπίσης, ὅτι ἀνὴρ ἀπρόσιτος ἔφασαν, ἀκλινὴς ὢν,
καὶ μετέωρος, καὶ ἥκιστα εὐτελείας έπιστρεφόμενος·
ὅ τε χῶρος ἀνεπίϐατος, καὶ οἱ μαθηταὶ αὐτοὶ ὡς
λίαν δυσέντευκτοι, ἀντ ἄλλου παντὸς μαθήματος
τοῦτο πρὸς τοῦ καθηγεμόνος παρειληφότες τοῦ μὶν
σοφωτάτου. Ἐκ προοιμίων εὐθὺς οὕτως ἀποτυγχά-
νει, καὶ ἐδόκει τοῦτό γε οὐκ ἀγαθὸς πρὸς τὰ ἱξῆς
οῒωνός. Ἀλλ’ ὡς ἀπέτυχεν, ἄρας ἐκ τῆς Ἐφέσου,
δι’ ὅλων μηνῶν ἓξ, καὶ τούτων σχεδὸν χειμερίων,
ὁμοῦ μεγάλαις ταλαιπωρίαις, ἄλλαις τε καὶ ταῖς
τῶν ἀναγκαίων στερήσεσιν, εἰς τήν τῶν Βιθυνῶν
μητρόπολιν Νίκαιαν ἔρχεται. Ἐποίει δὶ πολὺν τὸν
μεταξὺ τοῦτον χρόνον οὐ τὸ τῆς ὀδοῦ μήκιστον ὃν,
καὶ τοσούτου βαδίζειν δεόμενον, ἀλλ’ ὅτι πρότερον ἇς
τὸ βασιλέω, ἀφιγμένος στρατόπεδον, έφίῘ) τισι τῶν
δυνατῶν προσιὼν, τροφὰς ἑαυτῷ τὰς παρ’ ὅλον τὸν
τῆς μαθήσεως χρόνον τὴν ζωὴν ἱκανὰς συνέχειν πο-
ρίσεται³ καὶ ταύτας παρὰ μηδενὸς εὑρηκὼς, τὸν
εἰρημένον χρόνον κατέτριψε. Τόν θ’ Ἑλλήσποντον
ἅμα τῷ στρατῷ διαϐαίνων, διὰ Θρᾴκης σχολαίως
συμπορευόμενος, καὶ ές Βυζάντιον ἥκων, ὅπου τότε
καὶ βασιλεὺς ἔσπενδε, περικαθιούμενος αὐτὸ, καὶ
πολιορκήσων, ἔτι γε μὴν καὶ έκπορΘήσων, ἂν ἄρα
δυνήσεται. Πλὴν ἔδοξε τήν Νίκαιαν ἀναχορεύσαι,
καταλαϐὼν ὡς αὐτῇ γ’ ἐπιστὰς τῇ τῶν λόγων Θαυ-
μασίᾳ καὶ πολυεραστῷ πηγῇ. ἐφ’ ἣν καὶ Κυπρόθεν
ἠπείγετο. T6 δὲ ὡς ἑτέρως συνέπιπτε. Καὶ γὰρ
πλὴν γραμματικῆς τε καὶ ποιητικῆς, έπιπολαίων
καὶ τούτων, εὗρεν αὐτοὺς ἐκεῖσε σοφοὺς ἕτερον διδάο
σκειν εἰδότας οὐδέν. Φάσκειν δὲ ῥητορικῆς καὶ φιλο-
σοφίας, καὶτῶν ἄλλων ὅσα μαθήματα διαφερόντως
μετιέναι καὶ εἰδέναι ἀνθρώπῳ προσήκει, κλέος οἷον

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.