PG 147, col. 619

Παίδων στερεῖ τε καὶ σϐέννυσι τὰς κόρας,
Καὶ δέσμιον άγει δὲ τῇ Βαϐυλῶνι,
Κάκεῖ τελευτᾷ τὸν βίον καθειργμένος.
'0 Νανουζαρδιάς τὸν ναὸν πυρὶ καίων,
Πολλοὺς θανατῶν, φαῦλα μυρία πράττων.
Σαλὴμ στρατηγὸς εὐγενὴς Γοδολίας,
Σὺνδ’ Ἀμανίταις Ἰσμαὴλ Γοδολία,
Καὶ Χαλδαίοις ἔπεισι, καὶ κτείνει ξίφει.
Καὶ δῆτ’ ’ῐωνᾶς σὺν στρατῷ τούτους φθάνει,
κτείνει τε πολλοὺς, καὶ στραφεὶς σὺν τῷ στίφει
Τῶν Ἐϐραίων άπαντι χωρεί συντόνως
Πρὸς τδν κρατοῦντα καὶ Αἰγύπτου τὸ κράτος.
Εἰδωλα λοιπὸν προσκυνοῦσιν ἐνθάδε.
Εἰτα διεφθάρησαν ἐξ Ἀσσυρίων
Σχόντων πᾶσαν Αἴγυπτον ὑστέρῳ χρόνῳ.
Ναϐουχοδονόσορ δὲ λιπὼν τὸν βίον,
Οῦτω Μαρωδὰχ τὴν βασιλείαν νέμει.
Ὃς ’Ῑωακεὶμ καὶ Σαλὴμ βασιλέα
Σύσσιτον αὐτῷ καὶ σύνεδρον κτιννύει
Καθειργμένον μένοντα πολλοῖς ὲν χρόνοις,
ΠΑΡΔΛΕΙΠΟΜΕΝΩΝ A'.
Θανὼν Μαρωδαχ Βαλτάσαρ λείπει κράτος,
Δεῖπνον Βαλτάσαρ, καὶ Θεοῦ σκεύη πότῳ,
χ Καὶ τοῖχος ἀστράγαλος ἀνθρώπου γράφων,
ς Λύων Δανιὴλ τὴν γραφὴν τῶν δακτύλων,
Καὶ κτείνεται μὲν Βαλτάσαρ πρὸς Δαρείου.
Φθονούμενός τε Δανιὴλ τοῖς σατράπαις,
Λέουσιν άπρόσζναυστος ἀρθεὶς, τὺ ξένον,
Ἦκει δ’ Ἀϐϐακοὺμ ὑψόθεν μετηρμένος,
Ἀρχὴ τὸ λοιπὸν, ἄγγελος ἔϐδομάδιος,
Στρεπτδς Δανιὴλ, καὶ τιμὴ Μανιάκης ⁶
Ὀραμα πάλιν Δανιὴλ, τὰ θηρία,
Κρίσις Σωσάννης ὲκ χειρὸς πρεσϐυτέρων.
ΠΛΡΛΛΕΙΠΟΜΕΝΩΝ B'.
Μόρος Δαρείου, βασιλεὺς Πέρσης Κῦρος. ,
Λύσις Ἐϐραίων ἔνθεν αἰχμαλωσίας,
Καὶ κώλυσις δὴ τῶν κατοικούντων πέριξ,
Πόλιν ἁνιστᾷν ὡς χρεὼν καὶ τὸν δῆμον.
Μασσαγετῶν Τόμυρις φθείρει τὸν Κῦρον,
Μεθ’ δν Καμϐύσης ὁ Ναϐουχοδονόσορ,
Ὃς καθελὼν ἄριστα τοὺς Αἰγυπτίους
Πρὸς Αἰθίοπα δυστυχεῖτά πρὸς μάχην.
Ἀποστατοῦσι τὸ λοιπὸν Ἰουδαῖοι ⁸
Τὸν Ὀλοφέρνην τοιγαροῦν μετά κράτους,
- ’Δναξ Καμϐύσης ἐξάγει θράσους πλέων
Κινεῖ κατ’ αύτῶι εἰς Γετουλᾶ τὴν πόλιν,
Οἰ δ’ ἔνδον ἐκλείπουσιν ὑγροῦ τῇ σπάνει,
Σπάν⁹ αὖθ’ Ἰουδὴθ τεχνικῶς καταστρέφει
Τὸν Ὀλοφέρνην ἐξιοῦσα κοσμίως.
Σκηνῆς γάρ ἔνδον συγκαθεύδουσα μόνη
Τὸ ξίφος ἔξάρασα τοῦτον κτιννύει.
Τιμαὶ τὸ λοιπὸν ἀναθήματα δόμῳ,
Τὰ δ’ Ἑϐραῖκᾶ προσκυνῶν ’Λχεὼρας.
⁸0 δ’ αὖ Καμϐύσης ό Νατοιχοδονίσορ

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.