PG 150, col. 380

καὶ δικαιοσύνης, καὶ τὺ λόγιον ἐκεῖνο πληρωθῇ,
ο Θήσω τὴν ἐλεημοσύνην μου είς σταθμούς. ι Καὶ
οὐκ ἐπὶ τοῦ μυστηρίου τούτου μόνον, ἀλλὰ καὶ ἐπὶ
τοῦ βαπτίσματος τοῦτο γίνεται · καὶ ζωὴν ἀλλαττό-
μεθα ζωῆς. καὶ τὴν μὲν προδίδομεν, τὴν δὲ ἀντ’
ἐκείνης λαμϐάνομεν. Ἀλλ’ ή μὲν προδοσία τῆς
ζωῆς ὅ θάνατος ἐν εικόνι τινὶ καὶ γραφῇ , ἡ δ’ ἁνα-
ϐίωσις ζωή ἐστιν ἀληθής. Ἐπεὶ γὰρ ἀποθανὼν ὁ
Σωτὴρ καὶ ἀναστὰς, τῆς νέας αὐτοῦ ζωῆς καὶ ἡμῖν
ἠθέλησε μεταδοῦναι, ἐκέλευσέ τι τοῦ μεγάλου τού-
του δώρου καὶ ημᾶς προεισφέρειν αὐτῷ. Καὶ τί
τοῦτος Τὸ μιμεῖσθαι τὸν αὐτοῦ θάνατον. Καὶ τίνα
τρόπον; Ἐν ὕδατι τὸ σῶμα κρύψαντας καθάπερ ἐν
τάφῳ, καὶ τοῦτο τρὶς ἐπιδειξαμένους ⁸ ὡς ἤδη τοῦ
θανάτου καὶ τῆς ταφῆς λαϐὼν κοινωνοὺς τῆς καινῆς
αὐτοῦ ζωῆς ἀξιοῖ. Καὶ ταῦτα μὲν οὕτω.
ΚΕΦΑΛ. E'.
Διά .τί δὲ μὴ ὁλόκληρος. ἀνατίθεται ῠρτος, ἀλλὰ
unum ;
Κάκεῖνο δὲ ἐπισημήνασθαι χρὴ, τί δή ποτε μὴ
τοὺς προσενεχθέν-τας ἄρτους ἁπλῶς, ἀλλ’ ὃν αὐτὸς ὁ
ἱερεὺς αὐτῶν ἀποτέμνει, τοῦτον καὶ δῶρον ποιεῖται
καὶ ἀνατίθησι τῷ Θεῷ, καὶ είς τὸ θυσιαστήριον εἰσ-
άγων ίερουργεῖ. Καὶ τοῦτο τῆς Χριστοῦ προσαγω-
γῆς ἴδιον· τὰ γὰρ ἄλλα δῶρα, οἱ κεκτημένοι μὲν
τῶν ὁμογενῶν ἀφώριζον, καὶ είς τὸν ναὸν ἦγον, καὶ
ταῖς χερσὶν ἐνετίθεσαν τῶν ἱερέων ’ oi δὲ ἱερεῖς ἐδέ-
χοντο καὶ ἀνετίθεσαν ἢ ἔθυον, ἢὸ τι ἔδει χρήσασθαι
τῶν πρτ.σενεχθέντων ἑκάστῳ.
Τὸ δὲ κυριακὸν σῶμα ὑπὸ τοῦ αὐτοῦ ίερέως καὶ
liquor-£501; τῶν ὁμογενῶν, καὶ προσηνέχθη, καὶ
ἀνελήφθη, καὶ ἀνετέθη Θεῷ, καὶ τελευταῖον ἐτύθη.
Αὐτὸς μὲν γὰρ ἐξεῖλεν ἑαυτῷ τοῦ ἡμετέρου φυρά-
ματος ὁ τοῦ Θεοῦ uti]; ἀφελώνο αὐτὸς δὲ τῷ Θεῷ
δῶρον ἔδωκεν, ἐν τοῖς κόλποις αὐτὸ θεὶς τοῦ ιιι-
τρὺς, ὡς ἂν τῶν κόλπων ἐκείνων αὐτὸς μηδέ ποτε
χωρισθεὶς, ἀλλ’ ἐκεῖ καὶ τοῦτο κτίσας καὶ περιθέ-
μενος, ὥστε ἅμα τε πλασθῆναι καὶ δεδομένονθεῷ
εἶναι. Ἰἐλευταῖον καὶ ἐπὶ τὸν σταυρὸν αὐτὸς ἠγαγε
ι καὶ ἔθυσε. Διὰ τοῦτο τὸν μέλλοντα ἄρτον εἰςέκεῐνο
μεταῦὰλλειν τὸ σῶμα, ὁ αὐτὸς ἱερεὺς καὶ ἁπο-
κόπτει τῶν ὁμοφυῶν, καὶ ἀνατίθησι τῷ Θεῷ θεὶς
ἐν τῷ ἱερῷ πίνακι. καὶ μετὰ ταῦτα είς τὸ θυσιαστή-
ριον ἄγων θύει.
ΚΕΦΑΛ. q'.
Διὰ τί ἐν τῷ ἄρτῳ amotio ἱερεὺς τὸ τοῦ Χριστοῦ
πα oc.
παυος.
’0 μὲν οὖν ἁιῖτοτμηθεὶς ἄρτος, ἕως ἐν τῇ προθέ-
σει κεῖται, ἄρτος ἐστὶ ψιλός ο τοῦτο μόνον λαϐὼν τὸ
ἀνατεθῆναι Θεῷ, καὶ γένεσθαι δῶρον , ὅτε σημαίνει
τὸν Χριστὸν κατὰ τὴν ἠλικίαν ἐκείνην ἐξ ἦς ἑτέ-
νετο δῶρον. Ἐγένετο δὲ ἐξ αὐτῆς γεννήσεως κα-
ῦὰπερ εἴρηται, ὅτι καὶ κατὰ τὴν γέννησιν δῶρον
ἦν, κατὰ τὸν νόμον, ἐπεὶ πρωτότοκος ἦν. ὐτι δὲ

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.