PG 150, col. 493

τὸ πῦρ καὶ τὴν μάχαιραν βαλὼν ἀπῆλθεν εὐθὺς, τὸ
φῦσαι καὶ θρέψαι καὶ ἀνάψαι καὶ χρήσασθαι κατα-
λιπὼν τοῖς ἀνθρώποις, ἀλλ’ αὐτὸς πάρεστιν άληθῶς
ι ἐνεργῶν ὲν ἡμῖν τδ θέλειν και τὸ ἐνεργεῖνί» ὁ
μακάριος ἔφη Παῦλος, καὶ τὸ πῦρ αὐτὸς ἀνάπτει
καὶ προσάγει, καὶ τὴν μάχαιραν αὐτός ἐστιν ὁ κατ-
έχων. Καὶ ὅλως. t οὔτε ἀξίνη δοξασθήσεται ἄνευ τοῦ
ατροντος αὐτὴν, ι καὶ οἷς οὐ πάρεστιν ὀ ἀγαθὸς, γέ-
νοιτ’ ἄν οὐδὲν ἀγαθόν. Καίτοι οὐ παρεῖναι τοῖς
ἁγίεις ὁ Κύριος ἐπηγγείλατο μόνον, άλλὲι καὶ μένειν
παρ’ αὐτοῖς καὶ, ὃ τούτου μεῖζον, μονὴν ἐν αὐτοῖς
ποιῆσαι. Καὶ τί λέγω ; ὅπου γε καὶ ἑνοῦσθαι λέγεται
αᾷτοῖς, οὕτω φιλανθρώπως ὥστε ἓν πνεῦμα μετ’
αὖτῗιν εἶναι· ‹ '0 γάρ κολλώςένος τῷ κυρίη) ἓν
πνεῦμά ἐστι, ι καὶ, ι Ἵνα ᾗτε ἐν σῶμα καὶ ἒν πνεῦ-
μα, καθὼς ἐκλήθητε, ι Παύλου φωνή.
unus spiritus est cum eo η.» Similiter Pauli vox est; «Ut sitis unum corpus, et unus spiritus, sicut vo-
cati estis η’.»
Καθάπερ γὰρ ἡ φιλανθρωπία άῤῥητος καὶ ἡ
⁸περὶίιδνίλμιέτερον γένος ἀγάπη τοῦ Θεοῦ τὸν λόγον
τὸν ἀνθρώπινον ὑπερὸαἱνει καὶ τῇ θείᾳ άγαθότητι
pel-vn προσῆκεν· αὕτη γάρ ἐστιν ι ἡ είρήνη τοῦ Θεοῦ,
ἠ ὑπερέχουσα πάντα νοῦν ' ι τὸν ἴσον τρόπον ἀκόλουξ-
θον καὶ τὴν πρὸς τοὺς φιλουμένους ἕνωσιν ὑπὲρ πᾶ-
σαν ἕνωσιν εἶναι, ἢν ἄν τις δύναιτο λογίσασθαι,
καὶ πρὸς οὐδὲν παράδειγμα φέρειν. Διὰ τοῦτο καί
πολλῶν ἐδέησε τῇ Γραφῇ παραδειγμάτων, ὥστε δυ· c
νηθῆναι τὴν συνάφειαν ἐκείνην μηνῦσαι ὡς οὐκ
ἀρκοῦντος ἑνὸς, καὶ νῦν μὲν ἕνοικον καὶ οἰκίαν εἱσ-
άγει, νῦν δὲ ἄμπελον καὶ κλῆμα, καὶ νῦν μὲν γά-
μον, νῦν δὲ μέλη καὶ κεφαλὴν, ὧν οὐδέν ἐστιν ἴσον
ἐκείνῃο οὐ γὰρ ἔστιν ἀπὸ τούτων τῆς ἀληθείας
ἀκριὸὦς ἐφικέσθαι. Μάλιστα μὲν γὰρ ἀνάγκη, τῇ φι-
λίᾳ. καὶ τὴν συνάφειαν ἀκόλουθον εἶναι, τί δ’ ἂν γι-
νοιτο τῆς θείας ἀγάπης ἴσους ἔπειθ’ ὅτι καὶ τὰ μάλι-
στα συνάφειαν καὶ ἑνότητα δεικνύναι δοκοῦντα ὁ γά-
μος ἐστὶ καὶ ἡ τῶν μελῶν πρὶς τὴν κεφαλὴν ἁρμο-
νά, ταῦτα δὲ παμπληθὲς εἴσω πίπτει, καὶ πολλοῦ δεῖ
τά ὄντα δηλῶσαι. Καὶ γὰρό μὲν γάμος οὐκ ἂν οὕτω
συνάψαι, ὡς ὲν ἀλλήλοις εἶναικαὶ ζῇν τοὺς συν-
απτομένους, ὅπερ ἐπὶ τοῦ Χριστοῦ καὶ τῆς Ἐκκλη- D
σίας συμϐαίνει· ὅθεν ὀ θεῖος Ἀπόστολος εἰπὼν πε-
ρὶ τοῦ γάμου, ι Τὸ μυστήριον τοῦτο μέγα ἐστὶν, ι
ἐπήγαγε, ι Λέγω δὲ είς Χριστὸν καὶ τὴν Ἐκκλη-
σίαν, ι δεικνὺς οὐ τοῦτον, ἀλλ’ ἐκεῖνον τὸν γάμον διὰ
θαύματος ἄγων. Τὰ δὲ μέλη συνῆπται μὲν τῇ κεφα-
λῇ, καὶ⁵ ζῇ τῷ συνῆφθαι, καὶ διαιρεθέντα ἀποθνήσκει⁸
φαίνεται δὲ καί ταῦτα τῷ Χριστῷ συνημμένα μᾶλο
λον ἢ τῇ ἑαυτῶν κεφαλῇ, καὶ τούτῳ ζῶντα μᾶλλον ἢ
τῇ πρὸς αὐτὴν ἁρμονίᾳ. Καὶ τοῦτο δῆλον ἀπὸ τῶν
μακαρίων μαρτύρων, οἳ τὸ μὲν ὑπέμειναν ἡδέως,
τὸ δὲ οὐδὲ ἀκοῦσαι ὲνέσχοντο, καί τὴν μὲν κεφαλὴν c
⁹ Matth. xxviii, 20. ιθ Philipp. ll, 15.
" lsa. x,15.
tv, ι. ’³ Philipp, tv, 7, ” ms.

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.