PG 150, col. 521

m
rγy πςs
μ- N XP.ωἴὲ
ε
«- 7
« ε « A.
p
ετyrὴV
LIEI
Τν μμὲν οὖν ἐν τοῖς ἱεροῖς μυστηρίοις τὴν ἱερὰν
ζωὴν συνεστάναι ἀπὸ τῶν προτέρων δέδεικται· ἕκα-
στον δὲ τῶν μυστηρίων ὅπς εἰς τουτονὶ φέρει τὸν
βίον, νυνὶ σκοπῶμεν. Ἐστι μὲν γὰρ ἡ ἐν Χριστῷ
ζωὴ αὐτὸ τὸ συναφθῆναι Χριστῷ· ὸν δʼ ἄρα τρόπον
ἐκάστη τελετὴ τοὺς τετελεσμένους τῷ Χριστῷ συν-
ἀπτει, λέγωμεν ἤδη.
Ἐστιι δὴ Χριστῷ συναφθῆναι διὰ πάντων ἐλθοῦσι,
διʼ ν ὁ Σωτηρ ἦλθε, κὰὶ πάντα καὶ παθοῦσι καὶ
γενομένοις ὅσα ἐκεῖνος. Ἐκεῖνος τοίνυν ἡνώθη μὲν
αἶματι καὶ σαρκὶ πάσης καθαροῖς ἀμαρτίας· φύσει
δὲ ὦν Θεὸς αὐτὸς ἐξ ἀρχῆς καὶ τοῦτο τεθέωκεν,
γέγονεν ὕστερον, τὴν ἀνθρωπείαν φύσιν, τελευτῶν
δὲ καὶ ἀπέθανε τῆς σαρκὸς ἕνεκα καὶ ἀνέστη. Δεῖ
τοίνυν καὶ τῆς σαρκὸς αὐτῷ μεταλάβεῖν καὶ τῆς
θεώσεως μετασχεῖν καὶ τοῦ τάφου καὶ τῆς ἀναστά-
σεως κοινωνῆσαι τὸν συναφθῆναι ζητοῦντα· καὶ δὴ
βαπτιζόμεθα μὲν, ἵνα τὸν θάνατον ἀποθάνωμεν
ἐκεῖνον καὶ τὴν ἀνάστασιν ἀναστῶμεν, χριόμεθα δὲ
ἴνα τοῦ χρίσματος τοῦ βασιλικοῦ τῆς θεώσεως αὐτῷ
γενώμεθα κοινωνοί. Σιτούμενοι δὲ τὸν ἱερώτατον
ἄρτον καὶ τοῦ θειοτάτου πίνοντες ποτηρίου αὐτῆς
μετέχομεν τῆς σαρκὸς, αὐτοῦ τοῦ αἴματος, τῶν τῷ
Σωτῆρι προσειλημμένων· καὶ τοῦτον τὸν τρόπον
συναπτόμεθα τῷ ὑπὲρ ἡμῶν σαρκωθέντι καὶ θεω-
θέντι καὶ ἀποθανόντι καὶ ἀναστάντι. Τί οὖν μὴ καὶ
τὴν αὐτὴν ἐκείνῳ σώζομεν τάξιν, ἀλλʼ δθεν ἔληξεν,
ἀρχόμενοι, ἐν οἶς ἐκεῖνος ἤοξατο, τελευτῶμεν; Ὁτι
κατῆλθεν νʼ ἡμεῖς ἀνέλθωμεν, καὶ τῆς αὐτῆς ὑπο-
κειμένης ὁδοῦ τὸ μὲν ἐκείνου πρἔγμα κάθοδος ἦν,
ἡμεῖς δὲ ἀνερχόμεθα· οὐκοῦν ὥσπερ ἐπὶ κλίμακος
δπερ ἔσχατον ἦν ἐκείνῳ κατερχομένῳ, τοῦτο ἡμῖν
ἀνιοῦσι γίνεται πρῶτον. Ἀλλως τε οὐδʼ ἐξῆν ἐτέρως
αὐτῶν ἕνεκα τῶν πραγμάτων. Τὸ μὲν γὰρ βάπτισμα
γέννησις, τὸ δὲ μύρον ἐνεργείας καὶ κινήσεως ἐν
ἡμῖν ἔχει λόγον· ὁ δὲ τῆς ζωῆς ἄρτος καὶ τὸ ποτή-
ριον τῆς ὐχαριστίας βρῶσίς ἐστι καὶ πόσις ἀλη-
θινή. Οὐκ ἔστι δὲ κινηθῆναι ἢ ταφῆναι πρὶν γεννη-
θῆναι. Ἐτι δὲ τὸ μὲν βάπτισμα Θεῷ τὸν ἄνθρωπον
καταλλάττει, τὸ δὲ μύρον τῶν ἐκεῖθεν ἀξιοῖ δώρων,
ἢ δὲ τραπέζης δύναμις τὴν σάρκα τοῦ Χριστοῦ καὶ
τὸ αἶμα κοινὰ ποιεῖ καὶ τῷ τελουμόνῳ. Ἀμήχανον
s Joan. vι, 56.
Pμruo. Gu. Cἰ..

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.