PG 151, col. 718

καί ὅλον ἐκείνης ἐαυτδν ἐξαρτήσας, κατὰ τῆς ἀλη.
θείας χωρεῖ, καὶ τῶν ἰερῶς ἀντεχομένων αὐτῆς⁶
καὶ διθεταν τούτων κατηγορήσας, ού μόνον τὴν τρισδ
υπόστατον καὶ πᾶσιν ἀμέθεκτον οὐσίαν τοῦ Θεοῦ
ἀκτιστον εἶναι λεγόντων, ἀλλά καὶ τὴν ἀΐδιον καὶ
θεοποιὸν καὶ τοῖς ἀξίοις μετεχομένην χάριν τοῦ
Πνεύματος, συνόδου θείας ἐπὶ τούτοις συγκροτη·
θείσης, ἐξηλέγχθη καὶ ἀπεκηρύχθη παρά τῆς τοῦ
σίας διὰ τῶν τοῖς ἁγίοις Πατράσι θεολογικῶς συγ-
γραφόντων, τοῦ τῆς ἀληθείας λόγου προϊσταμένων,
τοῦ τε νῦν ἰερωτάτου μητροπολίτου Θεσσαλονίκης
τοῦ Παλαμᾶ καὶ τῶν μοναχῶν. Μετά μικρὸν ,δέ, τῆς
ἐκείνου πονηρᾶς δόξης γενόμενος εἈκίνδυνος, μη-
δαμῶς τῇ τοῦ διδασκάλου καταδίκῃ σωφρονισθεὶς,
μηδὲ βελτίων γενόμενος, τῶν αὐτῶν πάλιν ἐπὶ τοῖς
αὐτοῖς κατηγορεῖν. ἐπεχείρησεν ἔξαρνος μὲν σὺν
δόλῳ τοῦ διδασκάλου γινόμενος, καὶ τὰ δεινότατα
Fr. Combefisiii notas.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.