PG 159, col. 973

οἷδεν; ι τοῦτο ἀμφίϐολον ὑπάρχει· ἀπὸ δὲ
τ ὦ ν
ἀμφιϐόλων οὐδὲν συνάγεται ἀληθὲς συμπέρασμα.
Μᾶλλον ἀπὸ τούτου τοῦ λόγου είς ὑποψίαν ἄ-
γεις με.
Ῥιιλι. Τί σὺ omanem;
Εὺλ. Ὑποπτεύω πᾶν τούναντίον, ὅπερ συ λέγεις.
Εἰ γὰρ κατὰ Λατίνιον ἐν τῇ συνόδῳ ἐκείνῃ ἐπράχθη,
εἶχον ἂν οί Γραικοὶ τὰς βίϐλους, ῶσπερ χρυσᾶ ἐγ-
κόλπια φυλαττομένας, είς τὸ δεικνύειν τοῖς μετὰ
ταῦτα, ὅτι δικαίως αὐτῶν ἐχωρίσθησαν. Ἐπεὶ δὲ
παρὰ μὲν τοῖς Γραικοῖς βίϐλος οὐ φαίνεται οὐδεμία
κατὰ Λατίνων τῆς συνόδου ἐκείνης, παρὰ δὲ Λατί-
νοις εὑρίσκεται, μάλιστα δὲ καὶ παρὰ Γραικοῖς, καὶ
βθᾷν δτι ἡ πρᾶξις ἐκείνη ὑπὲρ Λατίνων ἧν, ὑποψίαν
μοι παρέχει μεγάλην, μᾶλλον δὲ καὶ σὺ ἔφθασας
εἰπὼν, ὅτι τινὲς τῶν Γραικῶν ἐν αὐτῇ ἐλατινοφρό-
νησαν.
Ῥακ. Είπόν σοι, καὶ¹ πάλιν ἐρῶ σοι, ὅτι ὲν τῇ
συνόδῳ ἐκείνῃ ὑπερίσχυσαν οί Λατῖνοι, καὶ κατέ-
πεισαν καὶ τοὺς Γραικοὺς δέξασθαι καὶ φρονῆσαι
τὰ ἑαυτῶν ἀλλὰ λυθείσης τῆς συνόδου, τὸ πλεῖον
μέρος πάλιν ἐσχίσθη, τῶν Γραικῶν δηλονότι.
Εὺλ. Ἐγὼ οὐ δύναμαι συνάψαι τὰ παρὰ σοῦ εί-
ρημένα. Δοκοῦσιν οὖν μοι ἐναντία ἀλλήλοις εἶναι.
Πρδ ὀλίγου γὰρ εἶπας ὅτι κατὰ Λατίνων ἡ πρᾶξις
τῆς συνόδου ἐκείνης ἐγένετοο ἐλεγχθεὶς δὲ παρ’
ἐμοῦ, ὡς οὐχ εὓρηται βίϐλος ποτὲ μαρτυροῦσα τουτὶ,
ἐτᾶραν ἐτράπης, ὃτι ὑπερίσχυσαν oi Λατῖνοι ὲν
αὐτῇ, καὶ κατέπεισαν καὶ τοὺς ἡμετέρους δέξασθαι
τὰ αὐτῶν· καὶ αὖθις φῂς , ὄτι μετὰ τὴν διάλυσιν
τῆς συνόδου πάλιν ἐσχίσθησαν, καὶ ὀλίγοι ἔμειναν
τὰ Λατίνων φρονοῦντες. Ἰδοὺ οὖν καί τοὺς Γραικοὺς
καλεῖς Λατινόφρονας. Φράσον μοι οὗν, τί δηλοῦσιν,
ἅπερ νῦν λέγεις, ὅτι ἐναντία ἀλλήλοις διαρρήδην
είσίν ;
Ῥάκ. Οὕτως ἐπράχθη, καὶ οὕτω σοι λέγω.
¹Δικ. Δεῖ τὴν ἀλήθειαν λέγειν, καὶ μὴ τὰ τῆς
ἰδίας ὀρέξεως , ἅπερ καὶ ἀναπόδεικτα, καὶτοῖς ἀν-
θρώποις μισητὰ φαίνονται. _
Em. Ἔμειναν, φῂς , καί τινες Γραικοϊ τὰ Λατίο
νων φρονοῦντες.
Ῥακ. Οὕτως ἔχει.
Εὑλ. Ἐν γαρ τούτῳ θαυμαστόν ἐστιν, ὅτι οἱ
Γραικοὶ, τὰ Γραικῶν ἀφέντες, τα Λατίνων φρονοῦν-
τες ἔμειναν, εί κατὰ Λατίνων ὴ πρᾶξις ἐγένετο,
ῶσπερ εἰπὼν ἔφθασας, καίτοι γε ἰσχυρογνώμονὲς
εἰσι τῇ σφετέρᾳ ἑαυτῶν δόξῃ, καὶ δεισιδαίμονες.
Οὐδεὶς γὰρ εὖνους τα κατ’ αὑτοῦ, ἀλλὰ τὰ ὑπὲρ τῆς
συνόδου φρονεῖ. Εἰ γὰρ ὑπὲρ Γραικῶν ἦν, οὐκ ἂν
ἐσχίζοντο ἀπ’ αὐτῶν οἱ Γραικοὶ. ἀλλ’ ἐκεῖνοι ἀπὸ
τούτων ἄν. Δείκνυται δὲ μᾶλλον ἀπὸ τοῦ λόγου
τούτου, ’ότι ὑπὲρ Λατίνων ἡ πρᾶξις ἐγένετο τῆς
συνόδου ἐκείνης· διὰ τοῦτο ἐσχίσθησαν οί Γραικοὶ
ἀπ’ αὐτῶν, μὴ θελήσαντες ὲνωθῆναι αὐτοῖς, μηδὲ
τῆς συνόδου τὴν ψῆφον δέξασθαι.
Am. Πιθανδς ὁ λόγος τοῦ Εὑλαῦοῇ κατὰ πόδας

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.