PG 17, col. 309

νου ταῦτα γενέσθαι ἢ ἐπὶ γῆς βαδίζοντος. Ού ταύτῃ
δὲ μόνον τὸ παράδοξον ἦν, ἀλλ’ ὃτι καὶ ὲκ τοῦ ούρα-
νοῦ γέγονεν ὅπερ ἐζήτουν , καὶ ἐπὶ πᾶσαν τὴν ol-
κουμένην, ὅπερ οὐδὲ πρότερον συνέϐη, ἀλλ’ ὲν Αίγύ-
πτῳ μόνον , ὅτε καὶ τὺ Πάσχα ἐτελεῖτο⁹ καὶ γὰρ
ἐκεῖνα τύπος ἦν τούτων. Ἵνα γὰρ μὴ εἴπωσιν ἐκλει-
ψιν εἶναιτὸ γεγενημένον, διὰ τοῦτο τῇ ιδ’ γίνεται,
ὅτε ἔκλειψιν συμϐῆναι ἀμήχανον. Ἐν μέση δὲ ἡμέρᾳ,
ἶνα πάντες οἱ τὴν γῆν οἰκοῦντες μάθωσιν, ὅτι παντα-
χοῦ τῆς οἰκουμένης ἡμέρα ἦν, Καὶ Φλέγων δέ τις
παρ’ Ἕλλησι φιλόσοφος μέμνηται τούτου τοῦ σκό-
τους, ὡς παραδόξως γεγενημένου ὲν τῇ ιδ’ τῆς σε-
λήνηςσ ὅτε ού πέφυκεν ἔκλειψις γίνεσθαι, ὅτε πολὺ
ἀτέχει τό τοῦ ἡλίου διάστημα, ὅσον ἀπ’ ἀρχῆς τοῦ
ούρανοῦ ἕως τέλους. Τότε γὰρ γίνονται ἐκλείψεις,
ὅταν πλησιάσωσιν ἀλλήλοις ot δύο οὗτοι φωστῆρες.
Γίνεται γὰρ ἔκλειψις ἡλίου συνοδικῶς ὑποδραμούσης
αὐτὸν σελήνης, οὐ πανσελήνῳ, ὅτε διάμετρός ἐστι τῇ
σελήνῃ. Τοῦτο δὲ γέγονεν, ὡς πενθούσης τῆς κτίσεως
ἐπὶ τῷ γεγονότι, καὶ διὰ τοῦτο δηλούσης, ὅτι , τῆς
παροινίας ταύτης πραχθείσης ἐξ Ἰουδαίων, ἐσκοτί-
σθη αὐτῶν 6 νοῦς, καὶ ἀπέστη ἀπ’ αὐτῶν 6 νοητὸς
ἥλιος. Εἴτε γὰρ αὐτὸν ἐνόμιζον τοῦτο πεποιηκέναι,
ἔδει πιστεῦσαι καὶ φοόηθῆναν εἴτε οὐκ αὑτὸν, ἀλλὰ
τὸν Πατέρα, καὶ ὲκ τούτου ἔδει κατανυγῆναι. Ὀργι-
ζομένου γὰρ ἦν τὸ σκότος έκεῖνο, καὶ δεῖγμα τοῦ μέλ-
λοντος λαϐεῖν τοὺς Θεομάχους τε καὶ μιαιφόνους. Διὰ
τοῦτο γὰρ μετὰ πάντων τῆς (56) παροινίας τοῦτο γί- C
νεται, ὅτε κόρος ἔλαϐε τῶν σκωμμάτων, καὶ πάντων
ἐφθέγξαντο ὅσα ηθέλη σαν.
ΚΕΦ. ΚΗ⁹.
Στίχ. ιη’. Ἐδόθη £2; ἐῑξστιᾷςέξουσία ἐν οὐρανῷ
ε .
ιιι
T6, Ἐδόθη μοι πᾶσα ἐξουσία, καὶ ἑξῆς, είς τὴν
ὲνανθρώπησιν νόει. Εἰ δὲ καὶ είς τὴν θεότητα......
Θεωρεῖν (57), καὶ οὕτω λήψῃ τδἘδόθη μοι ἐξουσία,
ἀντὶ τοῦ Ἐχωρήθη. Ἐδόθη , ἠνέχθη μοι, περὶ τοῦ
αὐτεξουσίου ἐπιστεύθην. Χώραν ἔσχεν ὴ ζωὴ πρῶ-
τον μὲν ὲν τοῖς ἄνω, εἶτα νῦν καὶ ὲν τοῖς κάτω· οὓς
θαρροῦντες βαπτίσατε είς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ
τοῦ Υἱοῦ , καὶ τοῦ ἁγίου Πνεύματος. Εἷς 6 σώζων.
μία ή σωτηρία. Εἷς 6 ζῶν Πατὴρ, 6 Υἱὸς, καὶτὸ
ἅγιον Πνεῦμα. Εἷς ἐστιν ού συναλοιφῇ τῶν τριῶν, D
ἀλλ’ οὐσίᾳ μιᾷ· τρεῖς δὲ ὑποστάσεις τέλειαι ὲν πᾶσι,
καί κατάλληλοι. Κατὰ φύσιν ἐγέννησεν ὁ Πατήρ.
διόπερ ὁμοούσιος ἐγεννήθη. Οὐ σῶμα 6 Θεός⁶ διὰ
τοῦτο οὐκ ἀσταρεῦσιν (58) ἢ κίνησιν, ἦ τι τῶν τοιού-
των, ἃ έν τοῖς σώμασι Θεωρείται, 6 Θεὸς 6 ἀσώμα-
τος ἐγέννησεν. Ἐνυπόστατος ὴ γέννησις· ἅπετέχθη
ὲκ τῆς οὐσίας τοῦ [ἰατρὸς 6 Υἱός.
(⁸56) Forte τάς.
(57) Ms. χώρης.

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.