PG 2, col. 481

κατήχησε ³²⁸ σπεύδειν ⁸³ γὰρ ἔλεγεν εἷς Ἰουδαίαν
ἀφικέσθαι τῆς ἑορτῆς χάριν , ὡς καὶ τοῦ λοιποῦ
συνεῖναι τοῖς αὐτοῦ ὁμοεθνέσιν ἐθέλων.
XIII. Ἐμοῦ δέ λίαν τῆς ἐκείνου γλώττης κρεμα-
μένου, καὶ σφοδρῶς ἐγκειμένου, καὶ οὐκ ἀνιέντος,
ἀλλὰ λὴν λοιπὴν ἀπαιτοῦντος διδασκαλίαν, καὶ λέο
γοντος’ σὺ μόνον οὓς ⁴ἤκουσας τοῦ φανέντος Θεοῦ
έκτίθου μοι λόγους, κάγὼ τῷ έμῷ λόγῳ κοσμήσας,
τοῦ Θεοῦ κηρύξω τήν βούλησιν. Εἶθ’ οὕτως καὶ έντὸς
ὀλίγων ἡμερῶν συνεκπλεύσω σοι. Λίαν γὰρ ποθῶ
παρᾶ τὸν τῆς Ἰουδαίας γενέσθαι τόπον. Τάχα δέ καὶ
συνοικήσω ὑμῖν τὸν πάντα μου τῆς ζωῆς χρόνον .
Auro: τούτων ἀκούσας, εὐθὺς ἀπεκρίνατο’ Σὺ εἰ μέν
ἱστορῆσαι τὰ ἡμέτερα καὶ μαθεῖν τὸ συμφέρον ἐθέ-
λεις, ἐξαυτῆς μοι, φησὶ, σῦμπλευσον⁸ εί δέ μή βού-
λει, ἀλλὰ τὰ σημεῖα τῆς οἰκήσεώς μου, καὶ ὧν θέλεις
ἐγώ σοι σήμερον γνωριῶ, ’ἶνα ὅτε καῖ βούλει παρα-
γενόμενος εὕρῃς ἡμᾶς· ἐγὼ γὰρ αῦριον ἐπὶ τὰ ἐμαυ-
τοῦ πορεύσομαι. Καὶ δὴ ἀδυσώπητον οὕτως ἰδὼν τὸν
Βαρνάϐαν , συνῆλθον αὐτῷ μέχρι καὶ τοῦ λιμένος·
καὶ μαθὼν παρ’ αὐτοῦ ἅπερ ἔλεγε σημεῖα τῶν οἰκή-
σεων, φημὶ πρὸς αὐτόν’ Ὡς εί μὴ αὔριον ἔμελλον
ἀπαιτῆσαί τι τῶν ὀφειλομένων μοι, ἐξαυτῆς ἂν καὶ
συνεπλεόν σοι’ πλὴν ἀλλὰ. τάχιόν σε καταλήψομαι.
Ταῦτα εἰπὼν , καὶ παραθέμενος αὐτὸν τοῖς τοῦ πλοίου
ἡγουμένοις, ὑπέστρεφον μετά λύπης, μεμνημένος τοῦ
καλοῦ καῖ συνήθους φίλου.
XIV. Ἡμέρας δέ διατρίψας, καὶ τὸ χρέος δι’ ’ὁ
καὶ έπεσχέθην οὐχ ὅλον λαϐεῖν δυνηθεὶς, ἀμελήσας
τοῦ περιλειπομένου διὰ τὸ ταχὺ τὸν ἄνδρα καταλα-
ϐεῖν , ὡς ἐμποδίου μοι γενομένου, καὶ αὐτὸς εἷς
Ἰουδαίαν ἀπέπλευσα, καὶ διὰ πεντεκαίδεκα ἡμερῶν,
τῇ Στράτωνος ἐπιδημῶ Καισαρείᾳ. Ἐπιϐἀντος δέ
μου τῆς γῆς, καί ξενίαν ἐπιζητοῦντος, μανθάνω Πέ-
τρον τινὰ λεγόμενον, τοῦ έν Ἰουδαίᾳ φανέντος Ἰησοῦ
Χριστοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ σημεῖα καὶ τέρατα πε-
ποιηκότος, τὸν δοκιμώτατον μαθητὴν, αὔριον Σίμωνι
τῷ ἀπὸ Γιτθῶν ³⁸ Σαμαρεῖ, μέλλειν ἱέναι πρὸς δια-
λέξεις. Ἐγὼ δέ ταῦτα ἀκούσας, ἐδεήθην τὴν τούτου
μοι μηνυθῆναι μονήν. Καὶ ὁμῶς ἔμαθον, καὶτῷ πυ-
λῶνι ἐπέστην. Θεασάμενοι δέ οἱ έν τῷ οἴκῳ, ἀντι-
ϐάλλοντες ἦσαν, τίς τε εἰμὶ, καὶ πόθεν ἥκω. Καὶ ἰδοὺ
Βαρνάϐας ἐκϐὰς , ἆμα τῷ ³⁵ ἰδεῖν περιεπλάκη μοι
πολὺ χαίρων καὶ δακρύων. Καὶ λαϐόμενός μου τῆς
χειρὸς, εἰσῆγεν εἷς τήν οἰκίαν. Εἶτα καὶ τὸν Πέτρον
ι
ὑποδεικνὺς, οὗτός ἐστιν, ἔλεγε, Πέτρος, ’ὸν μέγιστον
ἐπὶ τῇ τοῦ Θεοῦ σοφίᾳ ἐπηγγελλόμην σοι, Κλήμη,
ᾧ πάντα τε καὶ τὰ κατὰ σέ καλά καὶ τήν προαίρεσιν
ἀεὶ διηγούμην, ὡς ἐντεῦθεν γλίχεσθαι καὶ αὐτὸν ἰδεῖν
σε, καὶ τήν σήν έπιποθεῖν συντυχίαν. Μέγα οῦν αἱ)τῷ
δῶρόν σε διὰ τῶν ἐμῶν προσφέρω χειρῶν . Καὶ
τοῦτο εἱπὼν, προσαγαγὼν, ἔφη· οὗτός ἐστι Κλήμης,
Πέτρε.
“ al. ἐπιϐάλῃ ³³ al. κατηχήσας. ⁸³ Deest in al. 3‘ al. Γητθῶν. ³⁵ al. τοῦ.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.