PG 2, col. 489

βιωτικαῖς φροντίσιν,ἢ ἑτέρῳ πάθει τινὶ διενοχὶ ου-
μένοις.
XXII. Καὶ μὴ λεγέτω τις, ὅτι οὗ χρὴ παραμυθίας
καὶ νουθεσίας λόγους προσάγειν τοῖς φαῦλόν τι πράτ-
τουσι. Φημὶ γὰρ, ὡς εἰ μὲν ἀνύει τις, προφερὲτω’
εἷ’ δὲ μή, τῷ καιρῷ τὲως παραχωρείτω. Καὶρὸς γὰρ,
ὡς Σολομῶντι δοκεῖ, παντὶ πράγματι. Διὸ χρὴ τοὺς
τὴν ψυχὴν ῥωννῦντας λόγους, πρὸ τῆς κακώσεως
τοῖς ἀνθρώποις ἐπάγειν· ’ίνα εἷ’ ποτε τι ⁸⁸ φαῦλον ἐπελ-
θοι,προωπλισμὲνος 6 νοῦς, ὀρθῷ τῷ λογισμῷ δυνηθείη
τὸ ἐπενεχθὲν ὑποστῆναι. Ὅθεν, ὦ φίλε Κλήμη, εἷ’γε
τὰ τῷ Θεῷ διαφέροντα γνῶναι θέλεις, παρά τοῦ
Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ
τοῦ διδάσκοντος ⁸⁵ ἄνθρωπον γνῶσιν, παρά τούτου
Ι Α α Μ Π Ι TN θλ ’Λ ’.ε-υ
μόνου μαθεῖν ἔχεις, ὅτι μόνος οἶδεν ἀλήθειαν. Τῶν
γὰρ ἄλλων εἷ’ τις ἐπίσταταί τι, παρά τούτου ⁶⁶ μόνου,
ἢ τῶν τούτου μαθητῶν λαϐὼν ἔχει.
XXIII. Ἔστι τε αὐτοῦ τὸ βούλημα, ὅτι εἷς Θεὸς ἐν
τρισὶν ὁποστάσεσιν, οὗ 6 κόσμος ἔργον 6 πᾶς, ὃς δί-
καιος ὢν, πάντως ἑκάστῳ πρὸς τὰς πράξεις ἀποδώσει
ποτε. Ἀνάγκη γὰρ πᾶσα, φύσει δίκαιον εἶναι λεγοντα
τὸν Θεὸν, καὶ τὰς ἀνθρώπων ψυχὰς ἀθανάτους εἶναι
πιστεύειν. Ἐπεὶ ποῦ τὸ δίκαιον αὐτοῦ; ὅπου τινες
εὐσεϐῶς βιοτεύσαντες, καὶ κακουχηθὲντες, βιαίως
ἀνι-,ρέθησανσ ἔνιοι δὲ ἀσεϐεῖς παρὰ πολὺ γεγενημένοι,
ἐν πολυτελείᾳ βίου τρυφήσαντες, τὸν κοινὸν ἀνθρώ-
πων ἐτελεύτησαν θάνατον. Ἐπεὶ οὖν χωρὶς ἀπάσης
ἀντιλογίας 6 Θεὸς ἀγαθὸς ὢν, δίκαιός ἐστιν, οὐκ ἄλλως
δὲ δίκαιος εἶναι γνωσθήσεται, ἐὰν μὴ ἡ ψυχὴ μετὰ
τὸν γωρισμὸν τοῦ σώματος ἀθάνατος ᾗ, ’ίνα μετά τὸ
ἀπολαϐεῖν τὸ ἴδιον σῶμα ἐν τῇ ἀναστάσει, ό μὲν κα-
κὸς, ὼς ἐνταῦθα τὰ ἀγαθά ἀπολαϐὼν, ἐκεῖ περὶ ὧν
ἥμαρτε κολασθῇ· ὁ δὲ ἀγαθὸς, ἐνταῦθα περὶ ὦν ἥ-
μαρτε κολασθεὶς, ἐκεῖ ὡς ἐν κόλποις δικαίων, κληρο-
νόμος τῶν ἀγαθῶν καταστῇο ἐπεὶ τοίνυν 6 Θεὸς δί-
καιος, πρόδηλον ἡμῖν ἐστιν, ὅτι καὶ κρίσις γίνεται,
καὶ αἱ ψυχαὶ ἀθάνατοι τυγχάνουσιν. Εἰ δέ τις, ὼς τῷ
Σαμαρεῖ δοκεῖ Σίμωνι, καὶ οὐχ ὼς 6 τῆς ἀληθείας
βούλεται λόγος, τὸ δίκαιον εἶναι μὴ θέλοι δοῦναι Θεῷ,
τίνι ἔτι τοῦτό τις δοῦναι δύναται ;
XXIV. Ταῦτα ἀκούσας ἐγὼ Κλήμης, καὶ τίς ἄρα
τυγχάνει, ἔφην, οὗτος ’ὸν λέγουσι Σίμωνα Σαμαρεί-
την, μαθεῖν ἤθελον. Ὁ δὲ Πέτρος· Εἰ θέλεις μαθεῖν,
ἔφη, πάρεστί σοι τοῦ γνῶναι παρ’ ὧν κάγὼ πάντα τὰ
κατ’ αὐτὸν ἐπυθόμην. Καὶ μεταπεμψάμενος ἐκέλευσεν
Ἀκύλαν τε καὶ Νικήτην πάντα μοι ἀκριϐῶς τὰ κατά
τόν Σίμωνα διηγήσασθαι. Οἱ δὲ τὸν Θεὸν μαρτυρά-
μενοι μηδὲν παρεκκλῖναι τῆς ἀληθείας, οὕτω τὰ κατ’
αὐτὸν ἐξίθετεντοηΚαὶ πρῶτος Ἀκύλας ἤρξατο λέγειν
οὕτως· Ἄκουσον, ὦ φίλτατε ἀδελφὲ, ὅπως καὶ αὐτὸς
VARLE LECTIONES.
⁶² Clamant. hom. ιι, c. 12, etc. ⁸⁸ Eccle. ιιι, 1.
009m, l. vm, ο. 6.
Pyram. Gn. ll.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.