PG 20, col. 1548

μεταβληθεῖσα, τί χρὴ λέγειν, ὅτε τὴν θνητότητα ἀσπο-
δὺς, καὶ τὴν φθορὰν ἀπονιψάμενος, τῆς τοῦ δούλαυ
μορφῆς τὸ εἶδος εἰς τὴν τοῦ δεσπότου καὶ Θεοῦ δόξαν
μετεσκευάσατο,μετὰ τὴν κατὰτοῦ θανάτου νίκην(β5),
καὶ μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον, καὶ μετὰ τὴν ἐν
τῷ βασιλικῷ θρόνῳ ἀμφὶ τὰ δεξιὰτοῦ Πατρὸς ἴδρυσιν.
μετὰ τὴνἐντοῖς ἀκατονομάστοις καὶ ἀῤῥήτοις κόλσποις
τοῦ Πατρὸς ἀνάπαυσιν, εἰς ἤν ἀνιόντα καὶ ἀποκαθε-
σάμενον αἱ οὐράνιαι δυνάμεις ἀνηυφήμουν, λέγουσαι·
άρατεπύλας,οl ᾶρχοντες,ὐμῶν,καὶἐπάρθητε,πύ-
λααῖώτιοι, καὶ εῖσελεύσεταιό βασιιλεὐςτῆς δόξπς.
[0ὐκοῦν καὶ ἡ τοῦ δούλου μορφὴ ἐν τοιούτοις γινομένη.
ἐξόλων ὅλη μεταβέβληται ἐπὶ φῶς αὐτοῦ ἄῤῥητον καὶ
ἀνεκδιήγητον, αὐτῷ τῷ Θεῷ Λόγῳ πρέπον φῶς, ὅπερ
όφθαλμὸς οὐκ εῖδεν, καὶ οῦς οὐκ ἢκουσεν, καὶ ἐαὲ
καρδίαν ἀνβρώπου οὐκ άνέβη. Πῶςοὖν τιςτῶν ἀδυ-
νάτων ἐφίκοιτο; Πῶς δὲ τῆς οὕτω θαυμαστῆς, καὶ
ἀλήπτου μορφῆς, εἴ γε χρὴ μορφὴν ἔτι καλεῖν τὴν
ἔνθεον καὶνοερὰν οὐσίαν, εἰκόνα τις ζωγραφήσειεν;
Εἰ μὴ τοῖς ἀπίστοις ἔθνεσιν ὀμοίως τὰ μηδαμῆ μηδα-
μῶς ἐοικότα ἐαυτῷ τις ἀναζωγραφήσειεν, ὥσπερ
γραφεὺς μηδὲν ἐοικότα γράφων. Τοιοίδε γὰρ κάκεῖνοι
ἀνειδωλοποιοῦντες ἢ ποτε Οεὸν, ὡς ἡγοῦνται, ἢ τινα
(ώς ἂν φαῖεν) ἡρώων, ἢ τι τῶν τοιούτων πλάττειν
καὶ ἀπεικάζειν ἐθέλοιεν, οὐδὲν ὅμοιον, οὐδὲ ἐγγὺς.
οἶοί τε ὄντες γράφειν, ἀλλόκοτα σκιογραφοῦσιν, ἀυ-
δρείκελα σχήματα διαχαράττοντες. Ἡμῖν δὲ ὅτι μὴ
δίκαιον τὰ τοιαῦτα, πάντως που καὶ αὐτὴ συμβάλλεις.
Ἀλλʼ εἱ μὴ τῆς εἰς Θεὸν μεταβληθείσης μορφῆς.
ἀλλὰ τοῦ πρὸ τῆς μεταβολῆς σαρκίου αὐτοῦ δὴ τοῦ
θνητοῦ τὴν εἰκόνα φὴς παρʼ ἡμῶν αἰτεῖν,- ἄρα γὰρ
τοῦτό σε μόνον διέλαθεν τὸ ἀνάγνωσμα, ἐν ᾧ ὁ Θεὸς
νομοθετεῖ μὴ ποιεῖν ὀμοίωμα, μήτε τῶν ὅσα ἐν τῷ
οὐρανῷ, μήτε τῶν δσα ἐν τῇ γῇ κάτω; ἢ ἔστιν δτὲ
ἐν Ἐκκλησίᾳ τὸ τοιοῦτον ἢ αὐτὴ, ἢ καὶ παρʼ ἄλλου
τοῦτο ἤκουσας; Οὐχὶ δὲ καθʼ ὅλης τῆς οἰκουμένης
ἐξώρισται καὶ πόῤῥω τῶν Ἐκκλησιῶν πεφυγάδευται
τὰ τοιαῦτα, μόνοις τε ἡμῖν μῆ ἐξσῖναι τὸ τοιοῦτον
ποιεῖν παρὰ πᾶσι βεβόηται;.... Οὐκ οἶδα γὰρ,ὅπως
γύναιόν τι μετὰ χεῖράς ποτε δύο τινὰς φέρονσα κα-
ταγεγραμμένους, ὡς ἂν φιλοσόφους, ἀπέῤῥιψε λόγον,
ὡς ἂν εἶεν Παύλου καὶ τοῦ Σωτῆρος· οὐκ ἔχω λέ-
γειν, οὔτε ὁπόθεν λαβοῦσα, οὕτε δθεν τοῦτο μαθοῦσα.
Ἰνα μὴ δὲ αὐτὴ, μηδὲ ἔτεροι σκανδαλίζοιντο, ἀφελό-
μενος ταύτην, παρʼ ἐμαυτὸν κατεῖχον, οὐχ ἡγούμενος
καλῶς ἔχειν εἰς ἐτέρους ὅλως ἐκφέρειν ταῦτα, ἵνα
μὴ δοκῶμεν δίκην εἰδωλολατρούντων τὸν Θεὸν ἡμῶν
ἐν εἰκόνι περιφέρειν. Παύλου τε ἀκούω πάντας ἡμᾶς
παιδεύοντος, μηκέτι τοῖς σαρκικοῖς προσανέχειν. Εἰ
γὰρ ἔγνωμεν, φησὶ, κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν
οὐκέτι γινώσκομεν. - Σίμωνα τὸν Μάγον λόγος ἔχει
παρὰ τοῖς ἀθέοις αἰρεσιώταις προσκυνεῖσθαι, ἐν
ἀψύχῳ ὕλῃ καταγεγραμμένον. Ἐθεωρήσαμεν δὲ κοὶ
αὐτοὶ τὸν τῆς μανίας ἐπώνυμον ὑπὸ τῶν Μανιχαίων
εἰκόνι δορυφορούμενον. Ἡμῖν δὲἀπείρηταιτὰτοιαῦτα.
Θεὸν γοῦν Κύρον τὸν Σωτῆρα ἡμῶν ὀμολογοῦντες,

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.