PG 22, col. 1033

ρημένους ὀμοῦ καὶ τοὺς ἐκ περιτομῆς,ἔτι τε τοὺς μὴ
προσιεμένουςδευτέραν μετάτὴν ἀγένητονφύσινπροῦπ-
ἀρχειν θεότητα τοῦ Τἱοῦ, ταῦτα ἐπαπορήσομεν, πῶς
ὁ καὶ (κατὰ) ταύτας τὰς προφητείας ἀναλλοίωτος,
και ἄτρεπτος, καὶ πάλιν τὸν οὐρανὸν καὶ τὴν γῆν λέ-
γῳν πληροῦν μόνος Θεὸς, σαφῶς τε καὶ κατʼ αὐτὸν τὸν
νόμον σχεδὸν ἀόρατος εἶναι δηλούμενος, κατὰ τό·« Οὐ-
δεὶς δψεταί μου τὸ πρόσωπον καὶ ζήσεται,» ἀλλοιού-
μενος πάλιν, καὶ ὡς περιτρέπων τὴν αὐτὸς ἐαυτοῦ
οὐσίαν εἰς (ἐν) μικροῖς τισι μορίοις τῆς γῆς χωρητὸς
ἐγίγνετο, καὶ ἐωρᾶτο τοτὲ μὲν τῷ Ἀβραὰμ, τοτὲ δὲ
τοῖς ἄλλοις προφήταις; Ταυτὶ γὰρ εἰ ἐπὶ τὸν τῶν
ἔλων ἀναφέροιτο Θεὸν, οὐ μόνον τῇ εὐαγγελικῇ φωνῇ
δόξαι ἂν διαφωνεῖν, ἀλλὰ καὶ ταῖς προφητικαῖς, ἀχώ-
ρητον καὶ ἀναλλοίωτον αὐτὸν καὶ ἀόρατον ἀνθρώποις
ἀποφηναμέναις· εἰ μὴ ἄρα μηδὲ ωφθαί τις εἴποι αὐ-
τὸν τὸν Θεὸν τοῖς ἀναγεγραμμένοις, φαντασιῶσαι δὲ
αὐτοὺς αὐτὸ μόνον, ὡς δοκεῖν μὲν ὀρᾷν καὶ ἀκοάειν,
οὐ μὴνκαὶ ἀληθῶςτιτῶν νομιζομένων φαίνεσθαι θεω-
ρεῖν,οὐδὲ μὴν ἀκούειν κατʼ ἀλήθειαν, ἀπατωμένους
δὲ καὶ ἐν τούτοις νομίζειν, καὶ δοκεῖν ἀκούειν, ὅπερ
ἀνοίκειόντε καὶ ἀλλότριον ὑπάρχει τῆς(I. 7) ἀψευδοῦς
καὶ ἀπλανοῦς τοῦ τῶν ὅλων Θεοῦ φύσεως· ἔτι δὲ καὶ
ἀσύστατον ἐν δεκνυται ἐκ τοῦ λέγεινἰστορεῖσθαι αὐ-
τὸν τὸν Θεὸν περὶ τοῦ Ἀβραὰμ τό· « Ἡδειν γὰρ ὅτι
συντάξειτοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦμετ αὐτὸν
καὶ φυλάξουσιντὰςόδοὺς Κυρίου ποιεῖνδικαιοσύνην καὶ
κρίσιν,δπως ἂν ἐπαγάγῃ Κύριος ἐπὶ Ἀβραὰμ ὰ ἐλά-
λησε πρός αὐτόν. » Ἀναμφιλέκτως γοῦν ταῦτα ὡς
περὶ ἐτέρου Κυρίου αὐτὸς ὁ Κύριος διαλέγεται· πῶς
eὖν ἐστι οἶόν τε τὸν τῶν ὅλων ὑπονοεῖν Θεὸν ταῦτα
εἰρηκέναι; Περὶ ποίου γὰρ ἐτέρου παρʼ αὐτὸν Κυρίου
δύναται λέγεσθαι τὰ ἐγκείμενα; Ἀλλὰ γὰρ σαφῆ ἐκ
τούτων ὅτι μηδὲ τῷ τῶν ὅλων Θεῷ προσήκειν ἔοικε
τὰ δηλούμενα· δέδεικται δὲ ὅτι μηδὲ τῇ τῶν ἀγγέλων
φύσει· οἶδε γοῦν, ὡς ἔφην, ὁ λόγος ἐπαληθεύειν ἐπὶ
τῇ τῶν ἀγγέλων ἐπιφανείᾳ, σαφῶς ἐπισημαινόμενος
τὰς διʼ αὐτῶν ὀπτασίας. Εἰ δὴ οὖν μήτʼ ἀγγελικῇ φύ-
σει μήτε τῇ ἀνωτάτω καὶ ἀγενήτῳ τοῦ τῶν ὅλων Θεοῦ
ταῦτα ἔοικεν ἀρμόττειν, λείποιτʼ ἂν τούτων μία μόνη
λύσις, εἰ τὸ μὲν ἀναλλοίωτον καὶ ἄτρεπτον καὶ ἀόρα-
τον ἐπὶ τὴν ἀγένητον διαφυλάττοιμεν οὐσίαν, τοὺς δʼ
ἀναγεγραμμένους ὡς ἐκ Θεοῦ χρηματισμοὺς ἐπὶ τὸν
τοῦ Θεοῦ Λόγον μεταλαμβάνοιμεν, ὅν διαφόρως καὶ
πρὸ τῆς ἐνανθρωπήσεως ὑπὲρ τῆς τῶν ἀνθρώπων
σωτηρίας ὀφθῆναί τε καὶ τὰς ἐν ταῖς θείαις ραφαῖς
ἐμφερομένας οἰκονομίας ἐκτελέσαι πεπιστεύκαμεν·
ἐπὶ μόνου δὲ τούτου μετὰ τὸν τῶν ὅλων Θεὸν καὶ τὴν
τετράγραμμον προσηγορίαν κειμένην εὕρομεν, ἅτε
Μονογενεῖ καὶ κληρονόμῳ τοῦ Πατρὸς ἀρμοττούσης
καὶ ταύτης τῆς θεῖκῆς ἐπινοίας. Εὖ γοῦν εἰδὼς ὁ
Ἀβραὰμ,ἅτε σοφὸς ὡν καὶ πρὸς αὐτοῦ τοῦ Θεοῦ προ-
φήτης εἶναι μαρτυρούμενος, ὡς ὅτι πᾶσαν τὴν κρί-
σιν ἔδωκεν τῷ Υἱῷ, προσκυνεῖ τε αὐτὸν, καὶ μόνῳ
πασὰ τοὺς ἄλλους φησὶν τό· « Μηδαμῶς ὁ κρίνων πᾶ-
σαν τὴν γῆν οὐ ποιήσεις κρίσιν. » Ὅπερ ἀγγέλῳ τὸν
θεῖον Λόγον ὑποβεβηκότι λέγεσθαι νομίζειν ἀνοίκειόν
Gen. Xvm, 19. s Joan. ν, 22. Gen. Xvu, 25. s ibid. 17.
μτεoι. Ga. XXXII.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.