PG 22, col. 1037

ἐφορῶν τε καὶ οἰκονομῶν, τοῖς μὲν ⁴ἐπαναϐεϐηκόσι καὶ
τελείοις ἀνδράσιν, οἷος ἦν ὅ τε Ἀϐραὰμ καὶ Ἰσαὰκ
καὶ Ἰακὼϐ, αὐτὸς δι’ ἑαυτοῦ παρείχετο τὰς ὀπτασίας
τοῖς δὲ τῆς τούτων ἀρετῆς ἀποδέουσιν, οἷος ἦν όΛὼτ,
καὶ οἱ ὲν τοῖς Κριταῖς Γεδεών τε καὶ Μανωὲ, καὶ ὅσοι
τούτοις ὲμφέρονται παραπλήσιοι, λειτουργοῖς καὶ δια-
κόνοις τοῖς ὑπ’ αὐτὸν θείοις ἀγγέλοις χρώμενος πολυ-
μερῶς καὶ πολυτρόπως παρείχετο δι’ αὐτῶν τὰς
ἐπαγγελίας. Ταύτῃ γοῦν καὶ τῇ Ἀγαρ , ἅτε μὴ οἵα
τε οὔσῃ πω τὴν αὑτοῦ τοῦ θείου Λόγου χωρεῖν ὀπτα-
σίαν, διὰ τοῦ ἀγγέλου τὰ ἀναγεγραμμένα θεσπίζειο
εί (ἔτι) δὲ καὶ τῷ Ἰακὼϐ δι’ ἀγγέλων ἐπιφαίνεται·
ἀλλ’ ὅρα ὅτι καὶ τοῦτο κατ’ ἀρχὰς μὲν ὡς ἂν ἔτι εἱσ-
αγομένῳ τοῦτον χρηματίζει τὸν τρόπον, προκόψαντι δὲ
καὶ είς τελειότητα ἐπιδόντι γυμνῆς καὶ ἀνεπικαλύ-
πτου τῆς ἰδίας μεταδίδωσιν ὁμιλίας, οὐκέτι μὲν δι’ ἀγ-
γέλων καὶ δι’ ἑρμηνέων, αὐτὸς δὲ δι’ ἑαυτοῦ ό Κύριος
καὶ Θεὸς Λόγος, ό τὰ δευτερεῖα τῆς πατρικῆς ἐπέχων
θεότητος, τῆς ἰδίας αὐτὸν καταξιῶν ὀπτασίας.
ΚΕΦΑΛΑΙΟΝ E' (ι. 9). ,
ι '0 ἣλιος ἐξῆλθεν ἐπὶ τὴνγῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς
Σηγώρ. Καὶ Κύριος ἔϐρεξεν ἐπὶ Σόδομα καὶ Γόμορρα
θεῖον καὶ πῦρ παρὰ Κυρίου ὲκ τοῦ Γ-ύρεινοῖκ ι Οὐκ
οἶμαί τινα τῶν ἅπαξ πεπιστευκότων ἱεράς καὶ θεο-
πνεύστους ὑπάρχειν τὰς ἁγίας Γραφὰς εὑρεσιλογεῖν
τι είς τοὺς τόπους, ἀντιλέγειν πειρώμενον τοῖς περὶ
τοῦ Λόγου τοῦ Θεοῦ παραδεδομένοις, ὅτι τε προτῆν ὑπό-
στασιν ἰδίαν ἔχων, καὶ ὅτι πρὸ τῆς ὲνανθρωπήσεως
τὰς εἰς ἀνθρώπους οἰκονομίας ἐτέλει· δύο γὰρ Κυ-
ρίους ἐνταῦθα σαφῶς ἡ Γραφὴ παρίστησιν, εί γε «Κύ-
ριος ἔϐρεξεν παρὰ Κυρίου. ι Τὸ δ’ ὅμοιον ἐστιν εὑρεῖν
παρά τῷ ἱερῷ Ἀποστόλῳ φήσαντι ο ‹ Δῴη ό Κύριος
ἔλεος τῷ Ὀνησιφόρου οἴκῳ· ι καί· εΔῴη αὑτῴ εὑρεῖν
ἔλεος παρὰ Κυρίου ὲν ἐκείνῃ τῇ ἡμέρᾳ. ι Ἀλλά γὰρ
ἐν τούτοις περὶ Πατρός καὶ Υἱοῦ διαρθροῦν λόγους,
τῷ μὲν ἀγενήτῳ καὶ ῐΙατρὶ τῶν ὅλων τὴν κατά πάν-
των καὶ κατ’ αὑτοῦ τοῦ Υίοῦ κυρίαν τε καὶ αύθεντείαν
ἀνατιθέντας, τῷ δὲ τῷ Λόγῳ τὰ δευτερεῖα μετά τὸν
Πατέρα τῆς κατὰ πάντων τῶν γεγενημένων ἀρχῆς τε
καὶ δεσποτείας ἀπονέμοντας. Δὶς δὲ ἐνταῦθα ὀνομαζο-
μένου τοῦ Κυρίου, κατά τό⁶ Ἔϐρεξεν Κύριος παρὰ
Kvplqv,» δὶς κατά τὸ Ἐϐραῖκὸν καὶ τὸ τετράγραμμον
ὲμφὲρεται, ὡς σαφέστατα ἀνομολογεῖσθαι τὸ ἐπὶ δύο
προσώπων, δῆλον δ’ ὅτι τοῦ Θεοῦ καὶ [ἰατρὸς τῶν
ὅλων καὶ τοῦ Λόγου αὐτοῦ, τὴν ἄρρητον ταύτην πα-
ραλαμϐάνεσθαι σημείωσινο ὡς μηκέτ’ ἀμφιϐόλως
ἔχειν, εῖ που ἂν φέροιτο ἡ τοιαύτη ἐπὶ τοῦ Θεοῦ προσ-
ηγορία, μὴ μόνον ἐπὶ τῆς ἀγενήτου φύσεως αὐτὴν
παραλαμϐάνεσθαι, ἀλλά καὶ ἐπὶ τοῦ ὲν ἀρχῇ πρὸς
τὸν Θεὸν ὄντος Λόγου.
ΚΕΦΑΛΑῘΟΝ ς’.
Ἐν τῇ πρὸς τὸν Ἰακὼϐ εὐλογία ὁ Ἰσαάκ φησι
μετά τινα καὶ ταῦτα ’ ι Καὶ δουλευσάτωσὰν σοι ἔθνη ·
³¹ Gen. nx, 25. ⁸² 11 Tim. ι, 16. ⁸⁸ ibid. 18.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.