PG 22, col. 1040

πάνυ τι φαίνεται δύνασθαι ἐπ’ αὐτὸν ἀνάγεσθαι, οὐδὲ
μὴν ἐπὶ τὸν ἐξ αὐτοῦ γενόμενον λαὸν τὸν ἐκ περι-
τομῆς · ποῖα γὰρ ἐθνη καὶ πότε ἐδούλευσεν αὺτῴς
ἢ τινες ἄρχοντες αὐτῷ προσεκύνησαν; ὡς τίνα δὲ
καὶ προσεκύνουν; πότε δὲ καὶ ἐκυρίευσε τοῦ ἀδελ-
φοῦ αὐτοῢ; ἢ τίνες οἱ τοῦ πατρὸς αὐτοῦ υἱοὶ οξ λε-
γόμενοι προσκυνήσειν αὑτῷ; Καὶ μὴν οὐχ εὑρίσκει
ταί γε ό Ἰσαὰκ ἕτερόν τινα παρά τὸν Ἰακὼϐ ἐσχη-
κὼς ἢ μόνον τὸν Ἠσαῦ ' πῶς οὖν πληθυντικῶς εἴρη-
ται τὸ, ι Προσκυνήσουσί σοι οί υίοὶ τοῦ πατρός σου; ι
Ταῦτα δ’ ἐσημειωσάμεθα διὰ τὸ πολλάκις καὶ ἰα-
κὼϐ τὸν Χριστὸν ἐν ταῖς προφητείαις χρηματίζειν,
ὡς ἐν τοῖς οἰκείοις δειχθήσεται τόποις, ὑπονοοῦντες
μή πη καὶ ταῦτα δύναται ταῖς περὶ αὑτοῦ μαρτδ-
ρίαις ἁρμόζειν. Ὥσπερ γοῦν καὶ τὰ κατὰ τὸν Ἰσαὰκ
είς τὸν Χριστὸν μετείληφεν ό ἱερὸς Ἀπόστολκ φή.
σαςο t Τῷ δὲ Ἀϐραὰμ ἐδόθησαν αἱ ἐπαγγελίαι καὶ
τῷ σπέρματι αὑτοῦ · οὑ λέγει καὶ τοῖς σπέρμασιν, ὡς
ἐπὶ πολλῶν, ἀλλ’ ὡς ἐφ’ ἐνὸς, καὶ τῷ σπέρματί σου,
ὃς ἐστιοΧριστός· ι ὅρα εί μὴ τὸν αὐτὸν τρόπον καὶ τὰ
ΚΕΦΑΛΑῙΟΝ Z'.
ι ’Υπελείφθη δὲ Ἰακὼϐ μόνος · καὶνέπάλαιεν ἀνθρω-
πος μετ’ αὑτοῦ ἓως πρωί. ι Εἶτα μετά βραχέα εί-
πόντος τοῦ Ἰακὼϐ, ι Οὐ μή σε ἀποστείλω ἐὰν μή
με εὐλογήσῃς , ι φησὶν πρὸς αὐτόν· ι Τί δνομά σοι ; '0
δὲ εἶπεν, Ἰακώϐ. Εἶπεν δὲ αὐτῷ· Οὐκέτι Ἰακὼϐ κλη-
θήσεται τὸ ὄνομα σου, ἀλλ’ Ἰσραὴλ ἔσται τὸ ὄνομα
σου, ὃτι ἐνίσχυσας μετά Θεοῦ, καὶ μετὰ ἀνθρώπων
δυνατός. ι Καὶ αὖθις μετ’ όλίγαί Ἐκάλεσεν Ἰακὼϐ τό
ὄνομα τοῦ τόπου ἐκείνου Εἶδος Θεοῦ σ εἶδον γὰρ θεὸν
πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη ἡ ψυχή μου. ι
Οἷς ἐπιφέρει φάσκουσα ἡ Γραφὴ, ι Ἀνέτειλε δὲ
αὐτῷ ἥλιος ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ. ι Τῷ
μὲν Ἀϐραὰμ ἀρχῆθεν ὕπαρ ό Κύριος χρηματίζει.
καὶ πολλάκις μὲν διαλέγεται, τρὶς δὲ αὑτῴ καὶ ὀφθείς
ἀναγέγραπται, καὶ οὐκ ἐν νυκτὶ, ἀλλ’ ἐν ἡμέρᾳ μέσῃ
ὀφθείς ο τὸ γοῦν τρίτον καὶ ἐν αὐτῇ μεσημϐρίᾳ αὐτῴ
ἐπιξενοῦταιο τῷ δὲ Ἰακὼϐ πρῶτον μὲν δύναντος
ἡλίου ἐν μέσῃ νυκτὶ καθ’ ὕπνους φαίνεται κατ’ εί
γὰρ (κατιόντι) είς Μεσοποταμίαν, ὅτε ὲν τῷ ὁράματι
θεωρήσας τὴν οὐρανοκλίμακα καὶ⁹ τοὺς ἀναϐαίνοντας
καὶ τοὺς καταϐαίνοντας ἐν αὐτῇ ἀγγέλους, τὸν δὲ
Κύριον ἐπεστηριγμένον ἐπ’ αὐτῆς, ἀκούει λέγοντος
αὐτῷ τοῦ Κυρίου, ι Ἐγὼ Κύριος ὁ Θεὸς Ἀϐραᾶξι
τοῦ πατρός σου, ι καὶ τὰ λοιπὰ, ἃ καὶ ἀπὸ τῶν Eii;
παρίσταται δι’ ἀγγέλου αὑτῷ εἰρηκώς · καὶ δεύτερον
δέ ἐν τῇ Μεσοποταμίᾳ, ὅτε ἐπιστὰς αὖθις ὁ διὰ τοῦ
τετραγράμμου δηλούμενος Κύριος εἶπεν αὐτῷ’ ι Ἀπο-
στρέφου είς τὴν γῆν τῶν πατέρων σου καὶ είς τὴν
γενεάν σου,κα“ι ἔσομαι μετά σοῦ. ι Καθ’ ὕπνον αὑτῷ
ταῦτα καὶ δι’ ἀγγέλου εἴρηκεν· ὡς δὲ αὐτὸς ό Ἰακὼό
⁸⁷ ibid. 26-28. ⁸⁸ ibid. 30. ⁸⁹ ibid—
⁸⁶ Gen. xxxii. 24.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.