PG 22, col. 885

ϐηθῇς παραλαϐεῖν Μαριάμ τὴν γυναῖκά· σου · τὸ γὰρ
ἐν αὐτῇ γεννηθὲν ὲκ Πνεύματός ἐστιν ἁγίου. ι Καὶ
Θὲα. γε ὡς πρῶτον υἱὸν Δαϐὶδ ἀνακαλεῖ, ἀναπέμπων
ἐπὶ τὸν προπάτορα, διὰ τὸν ὲκ σπέρματος Δαϐὶδ τοῖς
πᾶσι προσδοκώμενον· ἐπεὶ διά τί μὴ υἱὸν αὑτὸν έφη-
σεν Ίακώϐ; οὗτος γὰρ ἦν αὐτοῦ κατὰ σάρκα πατὴρ,
ὡς μαρτυρεῖ 6 εὐαγγελιστής· ι Ματθὰν δὲ ἐγέννησε
τὸν Ἰακώϐ χ Ἰακὼϐ δὲ ἐγέννησε τὸν Ἰωσήφ· ›- νῦν δὲ
παρεὶς τοῦ πατρὸς τὴν μνήμην , τοῦ προπάτορος
ὑπομιμνήσκει· μονονουχὶ σημαίνων ὼς ἄρα 6 ὲπηγ
γελμένος τῷ Δαϐὶδ, οὗτος ἦν 6 παραδόξως ὁ μὴ ἐξ αὐ
τοῦ, ὲκ Πνεύματος δὲ ἁγίου ὑπὸ τῆς Μαρίας κυούμε
νος· ἔπειτα δὲ αὐτῷ θαρσεῖν παρακελεύεται δι’ ὃν et
χεν φόϐον· οὐχ 6 τυχὼν γὰρ φόϐος ἦν αὐτῷ συναισθο
μένιρ ἐξ ἀνδρὸς κεκυηκέναι τὴν Μαρίαν· κᾶπειτι
αὑτδν διδάσκει οὐχ ὃ μὴ ἠγνόει, ἀλλὰ τοῦ καὶ πρό-
τερον γιγνωσκομένου τὴν αἰτίαν· λέγει δ’ οὖν· ι Τὸ
γὰρ ὲν αὐτῇ γεννηθὲν, ἐκ Πνεύματός ἐστινὰγίου. ι
ε’. Τοιαύτη τις καὶ τοσαύτη γενέσθαι οἰκονομία
ὑπὲρ τοῦ λαθεῖν τὴν τῆς παρθένου κύησιν τοὺς ἀπί-
στους, ἐκ τῆς θείας ὑποφαίνεταί μοι Γραφῆς· καὶ γὰρ
οὖχ ἂν ἐπιστεύθη ῥᾳδίως 6 λόγος παρὰ τοῖς τοῦτο
ἀκούουσιν, ἄνδρα τε αὑτὸν ἡμῖν όμοιοπαθῆτδ σῶμα,
καὶ κατ’ οὐδὲν τὴν θνητὴν φύσιν παραλλάττοντα θεω-
μένοις· τί γάρ εί ’καὶ μετὰ ταῦτα παραδοξοποιῶν
καὶ τάς ἐνθέους εὐεργεσίας είς πολλοὺς ἐκτείνων ἑξ·-
ἐπληττε τοὺς ὁρῶντας; οὐχ). δὲ καὶ Μωῦσῆς πολλὰ
θαυματουργήσας, τῆς κοινῆς ὅμως γενέσεως οὐκ ὴμοί-
ρει; Ἠλίας τε, καὶ Ἐλισσαῖος, καὶ 6 καθεῖς τῶν προ-
φητῶν; οὐδὲν οὗν πρὸς τὸ μὴ ἐξ ἀνδρὸς νομίζεσθαι
τὸν Ἰησοῦν ἡ τῶν τεραστίων ἔργων ἐπίδειξις αὐτῷ
συνεϐάλλετο· αὐτίκα oi κατ’ αὐτὸν οὐδ’ ἄλλο τι περὶ
τῆς γενέσεως αὑτοῦ φανταζόμενοι, καίπερ τά δρώ-
μενα ὑπ’ αὑτοῦ ὁρῶντες, ἔλεγον πρὸς ἀλλήλους· ι Πό-
θεν τούτῳ πᾶσα ἡ. σοφία αὕτη καὶ αἱ δυνάμεις; οὐχ
οὗτός ἐστιν 6 τοῦ, τέκτονος υίός; οὐχὶ ἡ μήτηρ αὐτοῦ
λέγεται Μαρία; καὶ οἱ ἀδελφοὶ αὑτοῦ, Ἰάκωϐος καὶ
Ἰωσὴφ καὶ Σίμων καὶ ’1ούδας; καὶ αί ἀδελφαὶ αὐτοῦ
οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἱσι ; ι Καὶ ἄλλοτε πάλιν τῆς
μητρὸς καὶ τῶν ἀδελφῶν ἑστώτων ἔξω καὶ⁴ ζητούντων
D
λαλῆσαι αὐτῷ, εἶπέ τις αὐτῷ · ι Ἰδοὺ ἡ μήτηρ σου
καὶ ot ἀδελφοί σου ἑστήκασιν ἔξω, ἰδεῖν σε θέλοντες.)
Καὶ τί θαυμαστὸν ὅτε καὶ οἱ αὐτοῦ μαθηταὶ καὶ ἀπό-
στολοι, ἐρωτηθέντες, ι Τίνα με , φησιν, οἱ ἂνθρωποι
λέγουσιν ; ι ἀπεκρίναντο, ὡς ἄρα οἱ μὲν Ἰωάννην αὑτὸν
εἶναι ἡγοῦνται, oi δὲ Ἠλίαν, οἱ μὲν Ἱερεμίαν, ot δὲ
ἕτερόν τινα τῶν προφητῶν· ἐρωτώμενοι δὲ τίνα
ποτὲ καὶ αὐτοὶ δόξαν έχουσι περὶ αὐτοῦ, οἱ πάντες
ἁπεσιὼπησαν, ὡς οὐκ ἕχοντεςεξπεῖν· μόνου δὲ Πέτρου
ζὴ σαντος, ὡς ἆρα αὐτὸς εἴη ὁ Χριστὸς ὀ Υίδς τοῦ Θεοῦ
τοῦ ζῶντος, {ira μόνῳ αὐτῷ τοῦτο γνωσθέντι ἐπιφέ-
ρει λέγων · ι Μακάριος ετ. Σίμων βὰρΊωνᾶ, ὅτι σὰρξ
² Matth. I, ‘20. ³ Matth. xu, Π.
’⁸ Matth. 3m, l3.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.