PG 24, col. 116

ἀπὸ καύματος, καὶ ὲν σκέπῃ καὶ ὲν ἀποκρύφῳ, ἀπὺ
σκληρότητος xal ὑετοῦ. ι Σαφῶς γὰρ τὸ λουτρὸν τῆς
παλιγγενεσίας, ὃ καὶ διὰ τῶν ἔμπροσθεν ἐδήλου λέγων·
r Δούσασθε, καὶ καθαροὶ γένεσθε, ι καὶ νῦν ἐπαγγέλ-
λεται. Λέγει δὲ ταῦτα περὶ τῶν κεκοινωνηκότων μὲν
τῇ κατά τοῦ Σωτῆρος μιαιφονίᾳ, μικρὸν δὲ ὕστερον
μεταϐαλόντων καὶ γνωρισάντων αὑτοῦ τὸ Εὑαγγὲλιον.
Kal θυγατέρας Σιὼν ἐπιφέρει, τὰς ἐν τῇ ἔμπροσθεν
περικοπῇ κατηγορηθείσας, ἐν τῷ λέγεσθαι· ι Ἀνθ’
ὧν ύψώθησαν αί Θυγατέρες Σιὼν, καὶ ἐπορεύθησαν
ὑψηλῴ τραχήλῳ, ι καὶ τὰ τούτοις ἑπόμενα. Αἷμα δὲ
Ἰε ροῦσαλὴμθαυμαστῶς ἀποκαλεῖ τὴν ⁷κατὰ τοῦ Σω-
τῆρος προαχθεῖσαν ὲν αὐτῇ μιαιφονίαν, διὰ τὸ ταύ-
την αἰτίαν γεγονέναι τῆς ἐσχάτης ἐρημίας τοῦ τόπου.
Kal θέα εί μὴ σφόδρα σύμφωνός ἐστιν 6 παρὼν λό-
γος τῇ εὐαγγελικῇ μαρτυρίᾳ περὶ τοῦ Σωτῆρος ὴ μῶν,
ἢ ἐδίδασκε λέγουσα σ ι Αὐτὸς ὑμᾶς βαπτίσει ὲν Πνεύ-
ματι ἁγίῳ καὶ πυρί. › Τὸ γὰρ, ‹ ὲν πνεύματι κρί-
σεως καὶ πνεύματι καύσεως › τοῦ, ι ὲν Πνεύματι
ἁγίῳ καὶ πυρὶ, ι οὐδὲν διαφέρει. Kal οἱ πυρωτικολ¹ δὲ
λόγοι, καθαπτόμενοι αὐτῶν, κάθαρσιν ὲνεποίουν τῶν
ἁμαρτημάτων. Kal 6 Σωτὴρ ὁμοίως ὲν τῷ Εὑαγγε-
λίῳ βαπτίσειν λέγεται οὐχ), ὕδατι, ἀλλ’ ὲν Πνεύματι
καὶ ὲν πυρί. Τοῦτο γὰρ ἐδίδαξεν 6 Ἰωάννης, περὶ
μὲν ἑαυτοῦ εἰπὼν, ι Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν
c ὕδατι· ι περὶ δὲ τοῦ Σωτῆρος· ι Αὐτὸς ὑμᾶς βαπτί-
σει ὲν Πνεύματι ἁγίῳ καὶ πυρί. ι
ΚΕΦΑΛΑΙΟΝ Ε’.
ι ’ᾼσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ Ἀγαπητοῦ
μου, τῷ ἀμπελῶνί μου. ’Λμπελὼν ἐγενήθη τῷ ἠγα-
πημένῳ ὲν κέρατι, ὲν τόπῳ πίονι. ι Διά τοίνυν τῆς
ᾠδῆς ταύτης τὰς είς τὸν ἀμπελῶνα ἑαυτοῦ ἐργασίας
καταριθμεῖται, καὶ τοῦ ἀμπελῶνος τὴν μοχθηρίαν
ἐλέγχει· θεσπίζει δὲ καὶ τὰ μέλλοντα αὐτῷ συμϐή-
σεσθαι. Λέγεται γοῦν ὲν κέρατι εῖναι, διὰ τὸ συστῆ-
ναι βασιλικὴν μητρόπολιν ὲν αὐτῇ τῇ Ἰερουσαλήμ·
εἴωθε γὰρ ἡ Γ ραφὴ κέρατα τῆς βασιλείας ὀνομάζειν.
ι Kal φραγμὸν πε ριέθηκα καὶ ὲχαράκωσα, xal ὲφύ·
τευσα ἄμπελον Σορήκ’ καὶ ᾠκοδόμησα πύργον ὲν
μέσῳ αὑτοῦ, καὶ προλήνιον ὢρυξα ὲν αύτῷ ν Περι-
έθηκεν οὖν αὐτῷ φραγμὸν, δηλαδὴ τῷ παντὶ λαῷ,
πάντως που ἀγγέλοις αὑτὸν περιφράξας. Ἐχαράκωσε
δὲ καὶ ἄλλως αὑτὸν, προφήταις καὶ ἁγίοις ἀνδράσιν
ὑποστηρίξας. Ἀλλὰ καὶ κατεφύτευσεν αὐτὴν ἄμπε-
λον Σορήκ · ἢν 6 Σύμμαχος ἡρμήνευσεν ἐκλεκτήν. Τίς
δὲ ἦν αὖτηςί) ἄμπελος ἢ πάντως που ἡ θεόπνευστος
Γραφὴ, καὶ ό τῆς θεοσεϐείας λόγος, ἢ καὶ αὐτὸς 6 τοῦ
Θεοῦ Λόγος, ό ὲν Εὐαγγελίοις περὶ ἑαυτοῦ διδάξας
καὶ εἰπὼν, ι Ἐγώ εἰμι ἡ ἄμπελος ἠ ἀληθινὴ, καὶ 6
Πατήρ μου 6 γεωργός; › Ἐξ αὐτοῦ γὰρ καὶ ό πρῶ-
τος λαὸς τὴν τῶν θείων μαθητῶν [μαθημάτων] φυ-
τείαν εἴληφε. Προλήνιον οῦν ὀρύττει ὲν αὐτῷ τὸ
πρὸ τοῦ ναοῦ θυσιαστήριον.
ν Joan. xv, I.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.