PG 24, col. 25

κεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε. '0 δὲ
Δαυῒδ ὡς εἰκὸς μεμαθηκὼς ἀπὸ τῶν τοῦ ἀγιου Πνεύ-
< ματος φωνῶν, ὅτι τιςίλασμδς παρὰ τῷ Θεῷ, καὶ πολλὴ
παρ’ αὐτῷ λύτρωσις εἰ πιστεύσειεν, ἀναγκαίως
ἑαυτὸν προσφέρειτῷ Λυτρωτῇ· διὸ καὶ ὲπιγέγραπται’
Τοῦ Δαυῒδ εὶς παραίτησιν πλημμελημάτων, τὰς
ἰδίας ἐξαριθμοῦντες ἀνδραγαθίας. Οὐ πώποτε
γὰρ, φησὶν, ἐπήρθην καθὼς ἄρχων ἐπ’ ἔθνος αὑτοῦ ·
οὔτε μὴν ὲχαυνώθην βλέψας ἔξω Θεοῦ, καὶ τῆς πρὸς
τὸν αὑτοῦ φόϐον συστάσεως καθυφείς· οὔτε πάλιν ὲν
τρυφῇ πλουσίως διεξῆγον τὸν βίον· οὐδέ τι μεῖζον
περῐ έμαυτοῦ, τῶν προσόντωνιὲμοί -
ὁποῖοί τινές εἰσιν οἱ συνετοὶ παρ’ ἑαυτοῖς, καὶ ὲν-
ώπιον αὐτῶν ἐπιστήμονες.
Ἔ.1πισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον
Ὥσπερ ἐγὼ, φησὶν ὁ βασιλεὺς Δαυῒδ, τοσοῦτος ὣν
καὶ τοιοῦτος ἀνὴρ, ταπεινὸν ἐμαυτὸν κατέστησα, καὶ
προσήγαγον ἐμαυτὸν τῷ ἱλασμῷ καὶ τῷ Λυτρωιτῇ καὶ
Σωτῆρι, οὕτως καὶ τῷ λοιπῷ Ἰσραὴλ ἐπαγγέλλομαι
θαρσοῦντως προσιέναι τῷ ίλασμῷ ⁸ ἀκριϐῶς εἰδὼς,
ὅτι αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ, εἰ προσδράμοι αὑ-
τῷ, ὲκ πασῶν τῶν ἀνομιῶν αὑτοῦ.
ΨΑΛΜΟΣ ΡΛΑ’.
Ὠμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν.
Ὀμωμοκότι δὲ τῷ Δαυῒδ, ἀντώμοσενὸ Θεὸς ζητή-
σαντί τὸν τόπον μαθεῖν, δωρεὰν δοὺς τὸ καὶ ἐξ αὑτοῦ
προελθεῖν- Ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων,ὼς ὀ
Παῦλος φησιν, ὲν οἷς ἀδὺνα τον ψεύσασθαι τὸν Θεὸν,
’ ἰσχυρὰν παράκλησιν, περὶ ὧν ηὔξατο, λάϐωμεν.
Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ
θρόνου σου.
Ἐπειδὴ σὺ, φησὶν, οὕτω πιστεύσας τοιαῦτα ηΰξω
γνῶναι, βουλόμενος μαθεῖν περὶ τοῦ τόπου τῆς εἰς
ἀνθρώπους ἀφίξεως τοῦ Σωτῆρος, δέχου δὴ καὶ αὺ-
τδς τὴν ἐπαγγελίαν, καὶ γίνου διάκονος τῆς σωτη-
ρίου γενέσεως. Σὸς γὰρ ἔσται καρπὸς ὁ γενησόμενος,
ἐκ σῆς διαδοχῆς καὶ ὲκ σοῦ σπέρματος προελευσόμε-
νος ' διὸ καὶ αὐτῷ δοθήσεται ὡσεὶ ὲτιηγγελμένος θρό-
νος, διὰ τὸ μηδένα ἕτερον ἢ μόνον τὸν ὲκ σοῦ προ-
ελευσόμενον, ἀξιον εἶναι τοῦ σοὶ ὲπηγγελμένου θρό-
vou. Τοιγαροῦν καὶ ὁ Γαϐριὴλ πρὸς τὴν Μαριάμ φη-
σι · Καὶ δώσει αὐτῷ ό Θεὸς τὸν θρόνον Δαυῒδ τοῦ
πατρὸς-αὺτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἷκον Ἰα-
κὼϐ εἰς τὸν αἰῶνα.
Ἐὰν φυλᾴξωνται οἱ υἱοί σου τὴν διαθήκην μου.
Καθεσθήσονται ἐπ’ αὐτὸν δηλαδὴ τὸν τοῦ Χριστοῦ
θρόνον οἱ αὑτοῦ μαθηταὶ καὶ διάδοχοι· πλὴν οὐδεὶς
φθόνος καὶ τοῖς σοῖς υἱοῖς. ὧ Δαυῖδ, τουτέστι τοῖς ὲκ
περιτομῆς, καὶ ει παραδέξοιντο τὸν Χριστδν, καὶ εί
φυλάξαιντο τὴν διαθήκην μου καὶ τὰ μαρτύριά μου,
οὺ τὰ διὰ τῆς πρώτης νομοθεσίας δεδομένα, ἀλλὰ
ταῦτα ἃ διδάξω αὐτοὺς, μέλλοντα αὐτοῖς ὕστερόν πο-
τε παραδοθήσεσθαι διὰ τῆς καινῆς διαθήκης εἰ γὰρ
³³ Psal. cxxtx, 4. ³λ Hebr. v1, 18. ³⁸ Luc. ι, 5‘2.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.