PG 24, col. 548

αυτου παντα.
Ἐπὶ τῆς παρουσίας τοῦ Σωτῆρος, λέλυτο μὲν
Ἰουδαίοις ῆδη λοιπὸν τὰ τῆς ἐκ προγόνων βασιλείας ο
λέλυτο δέ τά τῆς αὐτονομίας καὶ ἐλευθερίας, τά τε
τῆς ἐνθέσμου ἱερωσύνης. Καὶ οἱ μὲν κατά νόμους ἄρ⁹
χοντες οὐκέτι ἦσαν αὐτοῖς* Ἡρώδης δὲ καὶ oi τούο
του παῖδες Ἀγρίππας καὶ Ἀρχέλαος, τὸ γένος ἁλλὸο
φυλοι, παρά Ῥωμαίων τὴν κατ’ αὐτῶν ἦσαν ἀρχὴν
ἐγκεχειρισμένοι ’ διῄρητό τε είς τετραρχίαν ὴ χώρα
αὐτῶν· τό τε πᾶν ἔθνος ὑπόφορον καθειστήκει Ῥω·-
μαίοις, τὸν κῆνσον κατά κεφαλὴν ἐπιτρόπων κατά
καιροὺς εἰσπραττομένων σὺν χειρὶ στρατιωτικῇ. Διὸ,
τῆς τοῦ Θεοῦ βασιλείας τὸ κήρυγμα πρώτοις αὐτοῖς
ἐπαγγέλλειν ὀ Σωτὴρ τοῖς αὑτοῦ μαθηταῖς παρακε-
'0¢~7-(‘tp ἐπαισχυιίθῇ ,ιω-καί τοὺς ἐμοὺς βότρυς,
τοῦτον ό Υἱός τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται.
Διαλαλήσας τὰ εἰρημένα περὶ τοῦ δεῖν καὶ αὐτοὺς
μιμητὰς αὑτοῦ γενέσθαι, καὶ μὴ φεύγειν τὸν θάνα-
τον, ἀφειδεῖν δὲ καὶ της ἑαυτῶν ψυχῆς τε καὶ ζωῆς
ἕνεκεν τῆς είς αὐτὴν ἐλπίδος, ἐπισυναπτει εὐκαίρως
τά περὶ τῆς δευτέρας αὑτοῦ θεοφανείας (55) παραδι-
δοὺς αὐτοῖς μυστήρια. Σφόδρα δὲ ἀκολούθως καὶ
ἀναγκαίως ταῦτα ἔλεγε τοῖς μέλλουσιν ὑπὲρ αὐτοῦ
διὰ βασάνων χωρεῖν , καὶ μέχρι θανάτου ἀγωνί-
ζεσθαι, τίς ἔσται ό καρπὸς τοῦ τοσούτου ἀγῶνος
παριστὰς αὐτοῖς. Ἔδει γὰρ τοὺς μέλλοντας ἕπεσθαι
αὐτῷ καὶ ὀπίσω αὑτοῦ ἀπιέναι, τόν τε ἴδιον σταυρὸν
ἀναλαμϐάνειν κατά τὴν αὑτοῦ μίμησιν, γνῶναι ἀκριο
ϐὡς τί ποτέ ἐστιν οὗτος ὑπὲρ οὗ τὰ τοσαῦτα μέλλου-
σι πάσχειν. Εύκαίρως δέ Υἱὸν ἀνθρώπου ἐν τούτοις
τὸν ἐρχόμενον ὠνόμασεν, είς ὑπόμνησιν τῆς παρὰ
τοῦ Δανιὴλ προφητείας, ἥτις ἔλεγε · Καὶ ἰδοὺ Υἱὸς
ἀνθρώπων ἐρχόμενος ἦν ἐπὶ τῶν νεφελῶν καὶ
ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε. Καὶ αὐτῷ
ἐδόθη ὴ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία. Ἀλλ’
ὅτε μὲν ὁ Πέτρος Χριστὸν αὐτὸν εἶναι ὡμολόγησε,
καὶ Υἰὺν τοῦ Θεοῦ τοῦ ζῶντος, ἀπὸ τότε ἤρξατο
δεικνύναι αὐτοῖς, δτι δεῖ αὑτὸν πολλὰ παθεῖν καὶ
ἀποκτανθῆναι· ὅτε δὲ αὐτὸς καταφρονητικῶς ἔχειν
τοῦ θανάτου παρεκελεύετο, ἐδίδαξε δέ, ὅτι δεῖ αὐτὸν
πολλὰ παθεῖν, τότε κατὰ καιρὸν τοὺς περὶ τῆς δευτὲο
ρας αὐτοῦ καὶ ἐνδόξου παρουσίας λόγους παρεδίδου ⁶
ὡς ἂν εἰδέναι ἔχοιεν, τίς ποτε ἦν ὁ μέλλων τοσαῦτα
πάσχειν ὑπὸ Ἰουδαίων, καὶ τίς ἔσται αὐτοῖς ό καρο
πὸς τοῦ ὑπὲρ αὑτοῦ ἀγῶνος. — Καὶ δὴ ταῦτα τοῖς
μαθηταῖς διαλεχθεὶς, καὶ τὸ μέγα καὶ λανθάνον μυ-
στήριον τῆς δευτέρας αὑτοῦ θεοφανείας ἐξειπὼν ati-
τοῖς, ἵνα μὴ λόγοις μόνον καὶ ψιλαῖς φράσεσι δοκῇ
ἐμπιστεύειν, ἀναγκαίως ἐπὶ τὰ ἔργα ἐχώρει, αὐτοῖς
ὀφθαλμοῖς δεικνὺς αὐτοῖς τὴν εἰκόνα τῆς θεῖκῆς αὺ-
citur interdum incndicibus nostris, distinctionis grs-
tia, evangelica Theophania.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.