PG 24, col. 557

τῆς εὐχῆς οὐκ ἐν πολυλογίᾳ περιεχόμενοι, ἄξιοι
τῶν ἀκοῶν ἦσαν τοῦ Θεοῦ, καὶ τὸ τῶν δακρύων
ἔργον κατά καιρὸν εὐλόγως καὶ ἀναγκαίως γενό-
μενον τοὺς τῆς ἐπισκοπῆς τοῦ Θεοῦ εἷλκε πρὸς αὐτὸν
ἐφοαλμούς· διὸ καὶ ἐπινεύει αὐτῷ ζωῆς προσθή-
κην, ἔργῳ παριστὰς, ὡς οὔτε φύσει ἀτάκτῳ θάνατος
ἀνθρώποις ὥρισται, οὔτε ἀνάγκῃ ἀπαραιτήτῳ. Ού
μόνον δὲ χρόνους αὐτῷ ζωῆς, ἀλλ’ ὲκ περιουσίας, οἷα
θεὸς, καὶ εὐζωῖαν αὐτῷ τὴν ὲν συστάσει καὶ εἰρηναίῳ
βίῳ ἐπαγγέλλεται, αὐτόν τε ὁμοῦ καὶ τὸν σὺν αὐτῷ
λαὸν καὶ⁴ τὴν πόλιν ὲκ τῆς τῶν πολεμίων χειρὸς
διασώζειν ὑπισχνούμενος, σημεῖόν τε αὑτῷ παρ-
εῖχε τῆς τῶν εἰρημένων πίστεως δι’ ἑτέρου πα-
ραδόξου. .
ι Τοῦτο δέ σοι τὸ σημεῖον παρά Κυρίου, ὅτι ποιή-
σει Κύριος τὸ ῥῆμα τοῦτο. Ἰδοὺ ἐγὼ στρέψω τὴν
σκιὰν τῶν ἀναϐαθμῶν, οὓς κατέϐη τοὺς ι’ ἀναϐαθμοὺς
τοῦ οῐκου τοῦ πατρός σου ὁ ἥλιος. Ἀποστρέψω τὸν
ἣλιον τοὺς ι’ ἀναϐαθμούςο καὶ ἀνέϐη ό ἥλιος τοὺς ι’
ἁναϐαθμοὺς, οὓς κατέϐη ὴ σκιά. ι Σημεῖον μὲν ὑπήρ-
χετο θαυμαστὸν, καὶ τὸν Ἐζεκίου ἀπὸ δυσμῶν τοῦ
βίου δευτέραν παλινδρομῆσαι ζωήν.
"mea?! ’ἕξεσξίογ “etiam? fiovwee
ἠνίκᾱέμαλακίσθη, καὶ ἀνέστη ἐκ τῆς μαλα-
κίας αὐτοῦ.
ι Ἐγὼ εἶπα ὲν τῷ ὒψει τῶν ἡμερῶν μου· Πορεύσο-
μαι ὲν πύλαις ᾅδου, καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα. ι
Συνειδὼς γὰρ ἐμαυτὸν ἤδη λοιπὸν ταῖς τοῦ θανάτου
πύλαις πλησιάζοντα, ἀπεῖπον καὶ ἀπήλπικα ἐμαυτοῦ
τὴν ὲν ἀνθρώποις ζωήν.
ι Εἶπαο Οὐκέτι οὐ μὴ ῐδω τὸ σωτήριον τοῦ Θεοῦ
ἐπὶ γῆς, οὐκέτι μὴ ίδω ἄνθρωπον. ι Εἰκότως ὲν ἀγῶνι
καταστὰς τῶν μετά τὴν ἀπαλλαγὴν τοῦ βίου, ὑπομι-
μνήσκει μὲν τῆς ἑαυτοῦ θεοσεϐείας τὸν Θεόν· διὰ δὲ
τοῦ κλαυθμοῦ μὴ ἐκπεσεῖν τῆς χώρας τῶν ζώντων
κατηντιϐόλει. Ἔτι δὲ καὶ τοῦτο πρὸς τοῖς εἰρημένοις
ἐλύπει τὸν Ἐζεκίαν, μηδένα διάδοχον ὲκ σπέρματος
ὑπάρχειν αὐτοῦ, μήπω παιδὸς αὐτῷ γενομένου, καθ’
ἰν χρόνον αὐτά ἔλεγεν. Ἐπειδὴ τοίνυν ἄπαις ἔμελλε
τελευτᾷν, μηδένα καταλιπὼν διάδοχον, ἐξ οὗ τὸ σωτή-
D
ριον τοῦ Θεοῦ γενέσθαι ἐν ἀνθρώποις προσδοκᾷν, εἰ-
κότως ἂν τῆς τοῦ Χριστοῦ γεννήσεως τῆς ὲκ σπέρ-
ματος τοῦ Δαυῖδ ἐπαιρόμενος, καὶ ἀπεκλαίετο. ’
ι Ἐξέλιπεν ὲκ τῆς συγγενείας μου· κατέλιπον τὸ
ἰπίλοιπον τῆς ζωῆς μου. Ἐξῆλθε καὶ ἀπῆλθεν ἀπ’
ἐμοῦ, ὥσπερ ὁ σκηνὴν καταλύων πήξας. Ὧς ἱστὸς τὸ
πνεῦμά μου παρ’ ἐμοὶ ἐγένετο, ὲρίθου ἐγγιζούσης ὲκ-
τεμεῖν. ι Σκηνὴν καλεῖ τὸ σῶμα, ἔνοικον δὲ τὴν ψυ-
χήν· ἧς ἀναχωρούσης, ἔοικε τὸ σῶμα καταλυομένη
σκηνῇ· σκηνὴν μὲν λέγων τὸ σῶμα, ἐπεὶ ὁ θεσπέσιος
Ἀπόστολος σκηνὴν αὐτὸ ὠνόμασεν. Ἀλλά καὶ¹ ὥσπερ
ἱστὸν ἑρίθου τὸ ὕφασμα ,λοιπὸν ἀποτεμνούσης, οὕτω
καὶτᾶ τῆς ὲμῆς ζωῆς, καὶ τοῦ βίου παντὸς τὸ ὕφασμα
περὶ τέλος ἤλαυνεν ἀποτεμνόμενον. Ἕκαστος οὖν τῶν

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.