PG 24, col. 613

θραίως ἄρα καὶ κλοπιμαίως; ἢ τοῖς πᾶσιν ἀριπρεπῶς
καὶ διαδήλως; Ἀλλὰ σκότιον μὲν καὶ κρύφιον αὐτὸ
πραχθὲν τὸ κατόρθωμα, μηδενὶ δὲ γνωσθὲν, οὐδὲν ἂν
ὤνησε· βοηθέν δὲ καὶ άκουσθέν εἰς πάντας, τοῖς πᾶσι
τὴν ἐκ τοῦ θαύματος παρεῖχεν ὠφέλειαν. Εἰκότως
ἄρα, ἐπειδὴ ἐχρῆν τὺ αὐτοῦ ὄργανον κρεῖττον θανά-
του φῆναι, καὶ τοῦτο πρᾶξαι μὴ είς τὸ λεληθὸς, ἀλλ’
ἐπ’ ὕψεσιν ἀνθρώπων, οὐ φεύγει μὲν τὸν θάνατον· ἦν
γὰρ ἂν δειλὸς, καὶ θανάτου χείρων ἐνομίσθη· διὰ δὲ
τῆς πρὸς τὸν θάνατον συμπλοκῆς. οἷα πρὸς ἀνταγωέ
νιστὴν (10), τὸ θνητόν ἀθάνατον παρίστη, ὕστατον
ἀγῶνα τοῦτον ὑπὲρ τῆς ἁπάντων σωτηρίας καὶ ἀθα-
νασίας ἀναδεδεγμένος.
(11) '0 μὲν γὰρ πρῶτος αύτῷ [ἀγὼν] κατὰ δαιμό-
νων ἐνηργεῖτο ἐπὶ καθαιρέσει τῆς πολυθέου πλάνης·
ἐπεὶ δέ ὁ πρὸς τούσδε τέλος εἶχεν ἀγὼν, δεύτερος ἐπὶ
λύσει τῆς τοῦ θανάτου καταδυναστείας ἐγίνετο· οἱ μὲν
γὰρ κατ’ αὐτοῦ συνηγμένοι δαίμονες, ὅ τε τούτων
ἐξάρχων, τὰ νῶτα κατὰ τὴν πρώτην αὐτῷ συμϐολὴν
παραχωρήσαντες, τὸν δεύτερον ἆθλον ἐσκόπουν, τοῦ
βίου λοιπὸν τὴν ὑστάτην καταστροφὴν ἐκδεχόμενοι,
καὶ τὴν τοῦ θνητοῦ τελευτὴν ὁμοίαν ἔσεσθαι πᾶσιν
ἀνθρώποις καραδοκοῦντες· ού γὰρ ἂν πώποτε θνητὴν
φύσιν θανάτου κρείττονα γενέσθαι προσεδόκησαν·
ὁ δὲ μετὰ τὰ πρῶτα κατὰ δαιμόνων τρόπαια ἤδη καὶ
κατὰ τοῦ θανάτου παρετάττετο. Ὥσπερ δὲ εῐτις ἄκαυ-
στον ἡμῖν καὶ πυρὸς τῇ φύσει κρεῖττον δεῖξαί τι
σκεῦος ἢθελεν, ούκ ἄλλως ἂν τὸ θαῦμα παρεστήσατο
ἢ πυρὶ παραδοὺς τὸ μετὰ χεῖρας, κᾶπειτα σῶον αὐτὸ
καὶ ἀδιάφθορον τοῦ πυρὸς ἐξελών (12)· κατὰ ταῦτα
δὴ καὶ ὁ τῶν ὅλων ζωοποιὺς Θεοῦ Λόγος, τὸ θνητὸν
ὄργανον, ᾧ πρὸς ἀνθρώπων ἐκέχρητο σωτηρίαν,
κρεῖττον θανάτου φῆναι βουληθεὶς, εὖ μάλα χρησί-
μην ὑπῄει τὴν οἰκονομίαν, τὸ σῶμα πρὸς βραχὺ κα-
ταλιπὼν (15), καὶ τὸ θνητὸν τῷ θανάτῳ πάλιν ὑφαι-
, ρούμενος, εἰς παράστασιν τῆς ἐνθέου δυνάμεως. Ἡ
μὲν οὖν πρώτη αἰτία ἦν αὕτη.
(14) Δευτὲρα δέ τῆς ἐν τῷ σώματι κατοικησάσης
ἐνθέου δυνάμεως ἔνδειξις. Ἐπειδὴ γὰρ τὸ πρότερον
τοὺς ὑπὸ τοῦ θανάτου νενικημένους ἄνδρας θνητοὺς
άληθῶς, καὶ κοινὸν τέλος ύποδεδεγμένους, ἐθείαζον
ἄνθρωποι, 1ἥρωάς τε καὶ θεοὺς ὠνόμαζον· εἰκότως
διδάσκει μόνον τοῦτον ἐν θανάτῳ Θεὸν ἀληθῆ εἷναι
ὁμολογεῖν, τὸν τά βραδεῖα τῆς κατὰ τοῦ θανάτου νίκης
ἀναδησάμενον. (15) Τρίτη δ’ ἂν εἴη αίτία τοῦ σωτη-
(Ιθ) Hic in Anglica translatione, p. 188, v. 16,
νὶόεοξθῃ (his contention with death, as with a con-
tempnrdry, confligmhoc cum morte, tanquam cum
coartentparaneo. Syriacus quid habeat nescio, quia
libro careo. Sed certe vera lectio Graeca est.'oiat
πρὸς ἀνταγωνιστήν, tanquam cum aduersario. Itaque
translatio emendanda est. Mitto alios locos , qui
s-que interdum ad Graecam veritatem reformandi
videntur; neque enim ego-criticum ago sed edito-
reut. Vicissim tamen, ut nuper dixi, Syriacus tex-
tus Graecum illuminat. Et quidem Grécus, utpote
quem catenarum auctores pro rei opportunitate

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.