PG 24, col. 696

φῇ πράττειν νενομοθέτητο. Ἔνθεν ή ἐξ Αἰγύπτου
μετάϐασις τὴν τῶν διαϐατηρίων αὐτοῖς ἐπωνυμίαν
ἐπλήρου. Ἀλλ’ ἐκείνοις μὲν τυπικῶς ταῦτα συν-
έϐαινεν, ἐγράφη δὲ δι’ ἡμᾶς. Καί γε διερμηνεύει
Παῦλος τῶν παλαιῶν συμϐόλων διαφαίνων τὴν ἀλή-
θειαν δι’ ὧν φησι· Καὶ τὰρ τὸ Πάσχα ἡμῶν ἐτύθη
Χριστός. Τὸ δὲ αίτιον τοῦ τυθῆναι αὑτὸν ὁ Βαπτιστὴς
παρίστησιν εἰπών · Ἴδε ό Ἀμνὸς τοῦ Θεοῦ ὀ αἴρων
τὴν ἁμαρτίαν τοῦ κόσμου. Καὶ γὰρ σφάγιον κακῶν
ἁπάντων ἀποτρόπαιον τὸ σῶμα τὸ σωτήριον τῷ θα-
νάτῳ παρεδίδοτο, ὃ δὴ καθαρσίου δίκην τοῦ παντὸς
ἀφεῖλε κόσμου τὴν ἁμαρτίαν· κέκραγε γοῦν τηλαυ-
γῶς Ἠσαῖαςο Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει
καί περί ἡμῶν ὀδυνᾶται. κ
β’. Τούτου δὴ τοῦ σωτηρίου θύματος τοῦ τῷ ἰδίῳ
αἵματι τὸ πάντων ἀνθρώπων γένος ἀνασωσαμένου
ταῖς λογικαίς σαρξὶ τρεφόμενοι, μαθήμασι 5131a-
δὴ καὶ λόγοις βασιλείας οὐρανῶν καταγγελτικοῖς, τὴν
κατὰ Θεὸν εἰκότως τρυφῶμεν τρυφήν. Ἀλλὰ καὶ
πίστει τοῦ αἵματος αὐτοῦ, ὃ δὴ λύτρον ὑπὲρ τῆς ήμε·
τέρας άντιδέδωκε σωτηρίας, τοὺς ψυχῆς οίκους τὰ
σώματα καταση μαινόμενοι, πᾶν γένος δαιμόνων ἑπι-
ϐούλων ἐξ ἑαυτῶν ἀπελαύνομεν ⁸ καὶ τὴν τῶν διαδα-
τηρίων ἑορτὴν ἐπιτελοῦντες, διαϐαίνειν μελετῶμεν
ἐπὶ τὰ θεῖα, ὡς πάλαι τῆς Αἰγύπτου μεταϐεϐηκότες
ἐπὶ τὴν ἔρημον. Ταύτῃ γοῦν καὶ ήμεῖς ἀτριϐῆ τινα
καὶ ἔρημον τοῖς πολλοῖς στελλόμεθα πορείαν, παλαιὰν
ζύμην ἀθέου πλάνης τῆς αὐτῆς ψυχῆς ὲξόριον
ποιούμενοι, καὶ τὰς ἀληθεῖς πικρίδας διὰ τῆς πι-
κρᾶς καί⁸ ἀλγεινῆς διαίτης προσφερόμενοι. Καὶ ό
καιρὸς δὲ τῆς ἑορτῆς εὔκαιρος , οὐκ ὲν μέση χειμῶ-
νος ὥρᾳ παρηγμένοςο στυγνὸς γὰρ οῦτος⁶ ἀλλ’ οὐδ’
ἐν μέσῳ θέρει κατάλληλος ἦν, καθ’ ὂν ὴ τροπὴ (2-5)
φλεγμαίνουσα, τῶν κατ’ ἀγροὺς σχολαζόντων περ
ριαιρεῖται τὸ κάλλος ⁸ πλεονεκτεῖ δὲ καὶ τά τῶν
ὡρῶν, ούκ ἐπαμφοτερίζοντα τῇ ἰσομοιρίᾳ (25)· μετ-
οπώρου γὰρ τροπῆς οὑκ ἐπιτερπὴς ή θέα, χηρευού-
σης μὲν τῆς χώρας, τῶν δ’ οἰκείων καρπῶν ὡς ἂν
τέκνων ἁπεστερημένης. Ἔαρ δὴ λείπεται τὸ φαι-
δρὸν, ὃ δὴ τοῦ παντὸς ἔτους κεφαλή τις οἷα σώματος
ήγεῖται, ἡλίου μὲν δὴ ἄρτι τὺ πρῶτον τμῆμα διιπ-
πεύοντος, σελήνης δ’ ὲκ παραλλήλου πλησιφαεῖ τῷ
φωτί τὸν τῆς νυκτὸς δρόμον εἰς λαμπρὰν μεθαρμοζο.
μένης ἡμέραν. Τοῦτο λύει μὲν κτύπων χειμερίων
φόϐητρα (9.6), λύει δε μακρὰ διαστήματα, πλημμύρας
ὑδάτων μεταϐάλλει. Ἤδη δὲ νεαρᾶς ὲπιλαμπούσης
αἰθρίας, γαλήνη μὲν τοῖς θαλαττεύουσι καθίστησι τὰ
πελάγη, εῦδιον δὲ ἀέρα τοῖς κατὰ γῆν ὁδοιπόροις ὲν-
δίδωσι. Χῶραι δ’ ὲν τούτῳ κατ’ ἀγροὺς ἐγκύμονες
sai. LIII, 4.
stare deberet, ha: necessario testate longiores~
hieme breviores computabantur. μ _ _ Α,
(‘26) Estuosis enim in regionibus hieme etiam
tonitrua audiuntur.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.