PG 24, col. 92

τὸ ἀγιον, ὡς πάντων τῶν ἐθνῶν χείρους, καὶ ὡς τὸ
μηδὲν ὠφεληθέντας, μήτε ἐκ τῆς υἱοθεσίας, μήτε ἐξ
ἦς παρά Θεοῦ τιμῆς ἠξιώθησαν ο ὑψωθέντες καὶ πλεί-
στων ὅσων ἐξαιρέτων παρά αὑτοῦ τετυχηκότεςο ἀλλ’
οὐδὲ ἐξ ὧν πολλάκις ἐπλήγησαν δι’ ὑπερϐολὴν ἀγάπης
Θεοῦ τυπτόμενοι καὶ κολαζόμενοι, τῶν ἀσεϐημάτων
αὐτῶν ἕνεκεν · ι Ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει,
μαστιγοί δὲ πάντα υἱὸν, ὃν παραδέχεται. ι Τίς δὲ ἦν ὅν
ἐγκατέλιπον, ἢὸ Χριστός* ὃν διὰ τὸ παρωργικέναι καὶ
ἐγκαταλελοιπὲναι, τά ἑξῆς ἐπιλεγόμενα πεπόνθασιν ;
ι Τί ἔτι πληγῆτε προστιθέντες ἀνομίαν; πᾶσα
κεφαλὴ εἰς πόνον, καὶ πᾶσα καρδία είς λύπην ' ἀπὺ
ποδῶν ἕως κεφαλὴν οὑκ ἐστιν ἐν αὑτῷ ὁλοκληρία.
Τ ραῦμα, μώλωψ, πληγὴ φλεγμαίνουσα. Οὐκ ἐστι
μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὕτε καταδεσμούς. ι
Πῶς δὲ καὶ οἷόν τε ἦν ἕτερον αὐτοὺς ὑγείας καὶ
σωτηρίας ποιητικὸν εὑρέσθαι φάρμακον ἀρνησαμέ-
νους τὸν Κύριονσ μηδὲ ἐπεγνωκότας αὑτὸν, μηδὲ
συνιέντας ἐπιδημήσαντα αὐτοῖς τὸν τῶν ψυχῶν ἰατρὸν,
τὸν μόνον πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ψυχῶν
ὁμοῦ καὶ σωμάτων ἰάσασθαι δυνάμενον ,
ι Ἠ γῆ ὑμῶν ἔρημος, αί πόλεις ὑμῶν πυρίκαυ-
στοι τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατ-
εσθίουσιν αὑτήν καὶ ὴρέμωται κατεστραμμένη ὑπδ
λαῶν ἀλλοτρίων, ὡς σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς
ὀπωροφυλάκιον ἐν σικυηλάτῳ, ὡς πόλις πολιορκου-
μένη (4). ι Είς φρουρὰν τῶν ἐν ταῖς ἀμπέλοις καρπῶν αἱ
σκηναὶ πήγνυνται. Ὅταν μὲν ηοῦν εὑθηνῇ τοῖς οἰκείοις
καρποῖς ἡ ἄμπελος, σπουδάζεταιή σκηνὴ καὶ πάσης
ἀξιοῦται ἐπιμελείας· ὥστε ἀπ’ αὐτῆς κατοπτεύειν
τὸν φύλακα, μήποτε τρυγῶσιν αὑτὴν οἱ παραπορευό-
μενοι τὴν ὁδόν. Ὅταν δὲ ἄκαρπος ᾖ, ἀμελεῖται
ἀναγκαίως τῆς ἀμπέλου τά φυλακτήρια. Διά τοῦτο
τοῦ Ἰσραηλιτικοῦ λαοῦ τὴν ἐγκατάλειψιν ἀπειλεῖ, ὡς
μὴ καρποφοροῦντος τά ἐπιϐάλλοντα. Φοϐηθῶμεν οὖν
εἶναι ἄκαρποι, μὴ ἐγκαταλειφθῶμεν ὑπὸτῆς ὀργῆς
τοῦ Θεοῦ. Τὸ φυλάσσον ἡμᾶς, τὸ Πνεῦμα τὸ ἀγιόν
ἐστιν. Ὅταν μὲν οῦν καρποφορῇ ἡ ψυχὴ ἀξια τῶν
αίωνίων ἀποθηκῶν, παραμένει καὶ φυλάσσει, καὶ
πόρρωθεν ἀπείργει τάς τοῦ μονιοῦ τοῦ ἀγρίου ἐπι-
δουλάςο ὅταν δὲ σταφυλὴν χολῆς γεωργῇ καὶ βότρυν
πικρίας ἐκφέρῃ, ἐγκαταλιμπάνειτὴν ἄκαρπον ψυχήν·
καὶ τότε ὑπὸ παντὸς λογισμοῦ θηριώδους καὶ πάσης
ἀλόγου ἐπιθυμίας καταπεσεῖται. Πολλαχοῦ δὲ τροπι ο
κῶς ἀμπελῶνα τὸν Ἰσραὴλ ὁ λόγος προσαγορεύει· ὡς
τὸ, ι Ἀμπελον ἐξ Αἰγύπτου μετῆ ρας’ ι καὶ, ι Ἀμπε-
λὼν ἐγενήθη τῷ ἠγαπη μένῳ* ι καὶ, ι Ἐγὼ δὲ ἐφύτευσὰ
σε ἄμπελον καρποφόρον, πᾶσαν ἀληθινήν. ι Et δὲ ὁ
’. tt, 21.
solent nalis frugibus, abigunt. Cum autem ablata
fuerintistiusmodigenimina, remanent arentia fru-
ticum umbracula, casulazque recedente custode:
quia non habet ultra quod servet,_ ι et extera , qua
item ille transtulit, εειιησυνοπτικῶς.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.