PG 25, col. 601

σκοπον, ἐπειδὴ, μὴ ἔχων ἐκκλησίαν, μηδὲ πρεσϐύτε-
ρος ὅλως ὢν, ἐδείκνυτο συκοφάντης, καὶ πάντα πλατ-
τόμενος. Ἀμέλει μὴ έχων λαοὺς, μηδὲ τοὺς ἰδίους
πειθομένους αὐτῷ, ὥσπερ κενὸν (87) τὸ δνομα, οὖ-
τως καὶ τὴν ἐπιστολὴν ἄφρακτον κατέχει, ἔλεγχον
τῆς παμπονήρου προαιρέσεως αὐτοῦ καὶτῶν περὶ
Εὐσέϐιον ἐπιδεικνύμενος ταύτην·
ιιι vacuum nomen, ita inefficacem (87') servat epistolam :quam in {argumentum teterrimi sui Euse-
bianorumque propositi exhibet, his descriptam verbis:
ΕΠΙΣΤΟΛΗ ΤοΓ ΚΛΘΟΛΙΚΟ Υ.
Φλαὺτος Ἠμέριος ἐξάκτορι (88) Μαρεώτου
χαίρειν.
Ἰσχύρα τοῦ πρεσὸυτέρου δεηθέντος τῆς εὐσεϐείας
τῶν δεσποτῶν ἡμῶν σεϐαστῶν καὶ Καισάρων ἐν τό-
πῳ Εἰρήνης Σεκονταρούρου ἀνοικώομηθῆναι ὲκκλη-
σίαν, προσέταξεν ἡ θειότης αὐτῶν ᾖ τάχος τοῦτο
πραχθῆναι. Φρόντισον τοίνυν προστυχὼν καὶτῷ ἀντι-
τύπῳ τοῦ θείου γράμματος, ὅ μετά τοῦ οἰκείου
σεδάσματος προτέτακται, καὶ τοῖς πραχθεῖσιν ἐπὶ
τῆς ἐμῆς καθοσιώσεως ὑπομνήμασιν, ὲν τάχει τὴν
σύνοψιν ποιησάμενος, εἰς τὴν τάξιν ἀνενεγκεῖν (89),
ἴνα τὰ θειωδῶς προσταχθέντα ἐπὶ πέρας ἀχθῆναι δυ-
νηθῇ.
86. Ἐκεῖνοι μὲν οὖν οὕτως ὲτύρευον (90), καὶ τὰς
πακευάς ἔπλαττον· ἡμεῖς δὲ ἀνελθόντες ἐδείξαμεν
βασιλεί τὰς ἀδικίας τῶν περὶ Εὑσέϐιον, ἐπεὶ καὶ αύ-
τός ἦν ό τὴν σύνοδον γενέσθαι κελεύσας, καὶ κόμης
αὑτοῦ καθηγεῖτο ταύτης. Ἐκεῖνος τοίνυν ἀκούσας καὶ
κινηθεὶς, ἔγραψε ταῦτα·
(91) ΝΙΚΗΊἩΣ ΚΩΝΣΤΑΝΤῙΝΟΣ
Μέγιστος Σεϐαστὸς τοῖς ἐν Τύρῳ συνελθοῦσιν
’ ἐπισκόποις.
Ἐγὼ μὲν ἀγνοῶ τίνα ἐστὶ τὰ ὑπὸ τῆς ὑμετέρας
συνόδου μετά θορύϐου καὶ χειμῶνος κριθέντα· δοκεῖ
δέ πως ὑπό τινος ἀταξίας ταραχώδους ὴ ἀλήθεια δι-
εστράφθαι, ὑμῶν δηλαδὴ διὰ τὴν πρὸς τοὺς πλησίον
ἑρεσχελίαν, ἣν ἀήττητον εἶναι βούλεσθε, τὰ τῷ Θεῷ
ἀρέσκοντα μὴ συνορώντων. Ἀλλ’ ἔσται τῆς θείας προ-
νοίας ἔργον καὶ τά τῆς φιλονεικίας ταύτης κακά φα-
νερῶς ἁλόντα διασκεδάσαι, καὶ ἡμῖν διαρρήδην ἐπι-
δεῖξαι, εί τινα τῆς ἀληθείας αὐτόθι συνελθόντες
ἐποιήσασθε φροντίδα, καὶ εἰ τὰ κεκριμένα χωρίς τινος
χάριτος καὶ ἀπεχθείας ἐκρίνατε. Τοιγαροῦν ὴπειγ μένως
πάντας ὑμᾶς πρὸς τὴν ἐμὴν συνελθεῖν (92) εὐσέϐειαν
βούλομαι, ῐνα τὴν τῶν πεπραγμένων ὑμῖν ἀκρίὸειαν
δι’ ὑμῶν αὐτῶν (95) παραστήσητε. Τίνος δὲ ἕνεκεν
ταῦτα γράψαι πρὸς ὑμᾶς ἐδικαίωσα, καὶ ὑμᾶς πρὸς
(87) Reg., καινόν.
(81ftLegeritiinterpres, ἄπρακτον. Enrr. Paruoa.
(_88)lta_ Reg. Basil. vero, Φλαύῑος Ἱμέριος ὲξάκτωρ,
male. sed pejus etlitiLtPlad‘io; ἱμέριος ἔξαρχος Μαρεώ-
του, omisso χαίρειν. Ex supra dictis enim'constat'cpi
stolam non esse exarchi sive praefecti, sed catholici.
(89) Sic Reg. Editi. ἀνεγκεζν, mendose.
(90) Βρεηῗὲτύρευον, optime.Edit. Commel., ὲθύ-
μενον. Εαιι. Paris, ἐθήρευον,

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.