PG 25, col. 73

οὐ στασιάζει πρὸς ἑαυτὰ, ἀλλ’ ἐξ ὁμονοίας ἓν σῶμα
καὶ τὴν πάντων γένεσιν ἀποτελοῦσιν.
57. Οὐκ ἂν οὖν μαχόμενα καὶ ἐναντία ὄντα τῇ
φύσει ἑαυτὰ συνήγαγον, εί μὴ κρείττων ἦν καὶ κύριος
ὁ συνδήσας αὐτὰ, ᾦ καὶ αὐτὰ τὰ στοιχεῖα, ὥσπερ δοῦλα
δεσπότῃ (57) ὑπακούοντα, εἴκει καὶ πείθεται’ καὶ
οὒκ, είς τὴν ἐαυτοῦ φύσιν ἕκαστον σκοποῦν, ἀντι-
μάχεται πρὸς τὸ ἕτερον · ἀλλὰ τὸν συνδήσαντα Κύ-
ριον γινώσκοντα, ὁμόνοιαν ἔχουσι πρὸς ἐαυτὰ, φύσει
μέν ὄντα ἐναντία, τῇ δὲ τοῦ κυὸερνῶντος βουλήσει
φιλιάζοντα. Ἐπεὶ εί. μὴ κρείττονι-προστάξει ἐγεγόο Β
νει τούτων μία κρᾶσις, πῶς ἂν τὺ βαρὺ τῷ ἐλαφρῷ,ῆ
τὺ ξηρὸν τῷ ὑγρῷ, ἢ τὸ περιφερὲς τῷ ὀρθῷ, ἢτὸ πῦρ
τῷ ψυχρῷ, ἢ ὅλως ἡ Θάλασσα τῇ γῇ, ῆ ό ἥλιος τῇ
σελήνῃ, fled ἄστρα τῷ οὐρανῷ, καὶ ό ἀὴρ ταῖς νεφέ-
λαις ἐμίγη καὶ συνῆλθεν, ἀνομοίου οὑσης τῆς ἑκάστου
πρὸς τὸ ἓτερον φύσεως; Ἔμελλε γὰρ καὶ μεγάλη
στάσις γίγνεσθαι πρὸς αὐτὰ, τοῦ μὲν καίοντος, τοῦ
δὲ ψύχοντος, καὶ τοῦ μὲν βαρέως κάτω, τοῦ δὲ κού-
φου ἐκ τῶν ἐναντίων ἄνω ἕλκοντος, καὶ τοῦ μὲν
ἡλίου φωτίζοντος, τοῦ δέ ἀέρος σκοτίζοντος · καὶγὰρ
καὶ τὰ. ἄστρα (58) ἐστασίασαν ἂν πρὸς ἑαυτὰ, ὅτι τὰ
μὲψὰνωτέρω, τὰ δὲ κατωτέρω τὴν θέσιν ἔχειν καὶ
ἡ νὺξ δέ οὑκ ἂν παρεχώρησε τῇ ἡμέρᾳ, ἀλλὰ ἔμενεν
ἂν πάντως μαχομένη πρὸς αὐτὴν καὶ στασιάζουσα. c
Τούτων δὲ γιγνομένων, λοιπὸν ἦν ίδεῐν οὐκέτι κόσμον
ἀλλ’ ἀκοσμίαν, οὐκέτι τάξιν ἀλλ’ ἀταξίαν, οὐκέτι
σύστασιν ἀλλ’ ἀσύστατον τὸ ὅλον (59), οὐκέτι μέτρα
ἀλλ’ ἀμετρίαν. Τῇ γὰρ ἑκάστου στάσει καὶ⁵ μάχῃ ἢ
πάντα ἀνῃροῦντο, ῆ τὸ κρατοῦν (40) μόνον ἐφαίνετο.
Καὶ τοῦτο πάλιν τὴν τοῦ παντὸς ἀκοσμίαν ἐδείκνυε.
Μόνον γὰρ γενόμενον καὶ λειπόμενον τῇ τῶν ἄλλων
χρεία, ἀνάρμοστον τὸ ὅλον ἐποίει · ὥσπερ εί καὶ p6.-
νος ποῦς, καὶ μόνη χεὶρ ἀπομείνασα, οὑκ ἂν ἔσωσεν
ὁλόκληρον τὸ σῶμα (At). Ποῖος γὰρ κόσμος ἧν, εἰ
μόνος ἥλιος ἔφαινεν, ἦ σελήνη μόνη περιεπόλει,ἢ
νὺξ μόνη ἦν, ἢ ἡμέρα ἀεὶ ἐτύγχανε; Ποία δὲ πάλιν
ἦν ἁρμονία, si. μόνος ἦν ό οὐρανὸς χωρὶς τῶν ἄστρων,
ἢ τὰ ἄστρα χωρὶς τοῦ οὐρανοῦ; Τί δὲ καὶ χρήσιμον,
sl μόνη θάλασσα ἦν, καὶ¹ εί (42) μόνη γῆ χωρὶς ὑδά-
των καὶ τῶν ἄλλων τῆς κτίσεως μερῶν Exciso; πῶς
δ’ ἂν καῖ ἄνθρωπος ἐφάνη ἢ ὅλως ζῶον ἐπὶ γῆς, τῶν
στοιχείων πρὸς ἑαυτὰ στασιαζόντων, καὶ ἐνὸς ὄντος
τοῦ κρατοῦντος καὶ μὴ δυναμένου πρὸς τὴν τῶν σωο
μάτων σύστασιν ἀρκείν; Οὑκ ἂν γὰρ ἐκ μόνου οερ-
μοῦ, ἢ μόνου ψυχροῦ,ἢ μόνου ὑγροῦ, ἢ ξηροῦ συν-
(36) Συνελθόντα non est in Gobler. et Felt-km. l'
anon. Basil. habet συνεισελθόντα.
(5'1) Sic Seguer. Anglic. Gobler. et Felcktn. l
anon. Alii cum editis. δεσπότου.
(ᾇδ) Goblcr.et Felcktn. l, anon., oi.’ ἀστέρες, et
Eianlo post ἑαυτούς, et, ὅτι oi μὲν ἀνωτέρω, oi δέ, et,
γουσι.
ουσι.
χῖΞζδῗΤό ante ὅλον adduint Segucr. ct Anglic. Alii
vero ut et cditi Ottliiltlttt.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.