PG 26, col. 1105

φθορὰν καὶ καταδίκην θανάτου κατενήνοχε, Χριστὸς
τοῦτο ἄφθαρτον κα)⁵ λυτήριον Θανάτου ἀνέδειξεν ·
ὥστε ἔχειν ἐξουσίαν ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας,
ἐκ δέ τάφου τὴν ἀφθαρσίαν ἐπιδείκνυσθαι, καὶ ἐν
ἐπιϐάσει ᾅδου λύειν θάνατον, καὶ εὐαγγελίσασθαι
πᾶσι τὴν ἀνάστασιν. ’Ότι ἔκτισεν ὁ Θεὸς τὸν ἅνθρω-
πον ἐπὶ ἀφθαρσίᾳ (81), καὶ είκόνα τῆς ἰδίας ἁῖδιό-
τητος ἐποίησεν αὐτόν. Φθόνῳ δὲ διαϐόλου θάνα-
τος εἰσῆλθεν εὶς τὸν κόσμον ⁸ βασιλευόμενον δὲ
ὑπὸ τοῦ θανάτου εἰς διαφθορὰν οὐχ ὑπερεῖδεν αὐτὸς
γενόμενος ἄνθ ρωπος, οὐ τραπεὶς είς ἀνθρώπου μορ-
φὴν, οὐδὲ παριδὼν τὴν τοῦ ἀνθρώπου ὓπαρξιν,
σκιώδη τὴν δεῖξιν ἐποιεῖτο ο ἀλλ’ ὁ ὣν φῦσει Θεὸς
γεννᾶται ἄνθρωπος, ἵν’ εἷς τὰ ἑκάτερα, τέλειος
κατὰ πάντα, φυσικὴν καὶ ἀληθεστάτηνῖ τὴν γέννη-
σιν (85) ἐπιδειξάμενος.. Διὸ εἴρηται ο Καὶ ἐχαρίσατο
αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, βασιλεύειν οὐ-
ρανῶν, κα)⁴ ἐξουσίαν ἔχειν κρίσιν ποιεῖν.
8. Ὀ γὰρ τῶν ὅλων δημιουργὸς Λόγος (86) ὤφθη
υἱός ἀνθρώπου, οὐχ ἕτερός τις γενόμενος, ἀλλὰ δεύ-
τερος Ἀδάμ-ί ἵνα καὶ ἐκ τοῦ ὀνόματος γινώσκωμεν
τὴν ἀλήθειαν. Καὶ προγενέστερον δείκνυσι τὸν πρω-
τόπλαστον ὁ Ἀπόστολος, πρῶτον τὸ ψυχικὸν δεικνὺς,
ἔπειτα τὸ πνευματικόν. Ψυχικόν δέ καὶ πνευματικὸν
λέγων, οὐχ ἕτερον κα)⁵ ἕτερον δείκνυσι σῶμα, ἀλλὰ
τὸ αὐτὸ σῶμα · τὸ μὲν πρῶτον ἐν (87) ἐξουσίᾳ καὶ
φύσει ψυχῆς, διὸ ψυχικόν · τὸ δέ δεύτερον ἐν ἐξουσίᾳ
καὶ φύσει Πνεύματος, διὸ πνευματικόν⁹ Πνεῦμα γὰρ
ό Θεὸς Λόγοςο οὕτω γὰρ καὶ τὸ ἐφ’ ἡμῖν εἰρημένον
ἐστι συνιδεῖν, ἐν τῷ λέγειν ° Ὃ δὲ πνευματικὸς
ἀνακρίνει τὰ (88) πάντα· ψυχικὸς δὲ ἄνθρωπος
οὐ δέχεται τὰ τοῦ Πνεύματος. Καίτοι ἐνὸς ὄντος
ἑκατέρων τοῦ σώματος, τὸ μέν τοῦ Πνεύματος μέτ-
οχον νοεῖσθαι πνευματικὺν δείκνυσι, τὸν δέ τῇ ἐξου-
σίᾳ τῆς ψυχῆς μόνῃ ἐμμείναντα (89) δείκνυσθαι ψυ-
χικόν. Διὰ τί δὲ ὅλως, εί καθ’ ὑμᾶς ἐστιν, οὐχ). ἄνθρω-
πος μόνον λέγεται ὁ Χριστὸς ὡς καινός τις ἐξ οὐρα-
νῶν ἐπιδημήσας, ἀλλὰ υίὸς ἀνθρώπου γέγονεν ; Εἰ
μὲν οὖν ἐπὶ γῆς γέγονεν υίὸς ἀνθρώπου, καίτοι οὐκ
ὲκ σπέρματος ἀνδρὸς, ἀλλ’ ἐκ Πνεύματος (90) ἁγίου
γεννηθεὶς, ἐνὸς ὄντος τοῦ πρωτοπλάστου Ἀδὰμ υίὸς
" Sap. ιι, 24. ⁸⁸ Philipp. ιι, 9. ⁸⁸* Joan. tv, Ξ
(85) Ita Seg. Gohl. et Felc. 1, sicque legit Nan-
ttitis. 'Anglic.'_Kat£10t Χριστὸς ῥιπὶ)Δ γῆξ εἰς οὐρανοὺς
ᾲνενῄνοχεῗξ καὶ ὅπερ, ’ᾹδάμξΕιιίιίίΚαίτοι ὁ”Δδᾲμ
οὐρανῷ ἐπὶ τῆς-’ἰῆς κατενή-νοχε-ἀναμάρτητογ. [1:1-
Ffaoupavou επι της ’(τῇ κατενηνοχε ανᾳμσέρτητον. ιιι-
fi Laceragfivoxa ante ριστός legitur _m eg. Angl.
Ira, κατενηνοχε ante Αριστος legitur ιιι ὕες. Λιιὲι.
ςοὺι. et Felc., 1, deestque in alus et ιιι editis. ιιι ra.
διὲξ, ἐκ τε τάφου.
Seg. (Gohl. Felc.] et_AAngli_c., ἐπὶ άφθαρσίᾳ.
Ξόξίιί ’γει-δῖ seu eeeapazav.’ tbidf’Angiic. Goblér. ιι
Felc. 1, ιέάι είκόνί, male.
(35) Sic Seg. Gohl. et Felc. 1. Editi vero, γένε-
ξιλζν o_misso art’iculotPaulo post, iu editis, αὐτῷ ό
θεὲς bona. Sed itl_:Seéuer.r tu; ⁷ (ιέεεί
ὁ Θεός, et sicilegit Νίῖιὶῖἶῖιὶέ

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.