PG 28, col. 145

ὲν Σαϐϐέτῳ κατά τοῦ οἳκοδεσπότου εἰργάζοντο· λέγει
γὰρ ἡ Γραφὴ ἐν τῷ Εὖαγγελίῳ περὶ τῆς ἡμέρας ἐν
ᾗ 6 Θεὸς ἔπαθεν· κ Ἦν δὲ ἡμέρα ἐκείνη μεγάλη τοῦ
Σαϐϐάτου. ›› Καὶ τὸν μὲν νομοθέτην ἀναιροῦσιν ἐν
Σαϐϐάτῳ , τρέφεσθαι δὲ μαθητὰς ἐν Σαϐϐάτῳ οὐ
βούλονται. Διά τοῦτο 6 Σωτὴρ ἐν τοῖς άρτίως ἁνα-
γνωσθεῖσιν, ἠρώτα αὐτούς· Τί ἔξεστιν ποιῆσαι ἐν
τῷ Σαϐϐάτῳ ; ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι ; ψυχὴν
σῶσαι, ἢ ἁπολέσαις τὸ τρέφεσθαι ὀνειδίζετε, τὸ δὲ
φονεῦσαι κατεργάζεσθε ; Ἀεὶ γὰρ οἱ Ἰουδαῖοι τὸν κώ-
νωπα διυλίξουσι, τὴν δὲ κάμηλον καταπίνουσιν· ἀεὶ
ἀκριϐεῖς εἰσι περὶ τὸ ἀποδεκατῶσαι τὸ πήγανον καὶ
τὸ λάχανον· τὰ δὲ βαρύτερα τοῦ νόμου οὐ τηροῦσι.
Καὶ διαπορενομένων τῶν μαθητῶν, ἠγανάκτουν, ὅτι
στάχυας ἕψωχον ταῖς χερσὶ, καὶ ἤσθιον. O6 σιδήρῳ
ἀπέτεμνον, ἰπεὶ κατηγόρουν ὡς ἔργου· οὐδὲ ἄλλοις
ἐργαλείοις ἐχρήσαντο , ’ίνα μή κατηγορήσωσιν, ὡς μὴ
τρεφομένων, ἀλλ’ ἐργαζομένων . Νυνὶ δὲ τί μέμφεσθε
τῷ ὑπὸ τοῦ Θεοῦ δοθέντι εἲς σωτηρίαν ; Et γὰρ 6 Θεὸς οὐ τὸ τρέφεσθαι ἀπηγόρευσεν ἐν Σαϐϐάτῳ, τί
σὺ τοῦτο ὀνειδίζεις, ὅπερ 6 Θεὸς οὐκ ἀπηγόρευσεν ;
2. Διεπορεύετο τοίνυν 6 Σωτὴρ διὰ τῶν σπορίμων·
όκόκκος τοῦ σίτου, διὰ τῶν σπορίμων, 6 νοητὸς
κόκκος τοῦ σίτου, 6 πεσὼν εἰς ἕνα τόπον, καὶ ἁνα-
στὰς πολύχους ἐἰς τήν οἰκουμένην· αὐτὸς γὰρ περὶ
ἑαυτοῦ ἓλιγεν, ὅτι ‹‹ Ἐὰν μὴ 6 κόκκος τοῦ σίτου,
πεσὼν είς τὴν γῆν, ἀποθάνῃ, αὐτὸς μόνος μένει ·
ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. ›› Εἴπωμεν
αὐτὸ καὶ ἄλλως· Διεπορεύετο τοίνυν 6 Ἰησοῦς διὰ
τῶν σπορίμων· αὐτὸς γὰρ ἐνίοτε μὲν κόκκος τοῦ
σίτου καλεῖται διὰ τὸ θρεπτικόν· ἄλλοτε δὲ σπορεύς
ἀστι, κατὰ τὸ εἰρημένον ἐν τοῖς Εὐαγγελίοις· ‹‹ Ἰδοὺ
ἐξῆλθεν 6 σπείρων τοῦ σπεῖραι. ι Σπείρει μὲν οὗν 6
Ἰησοῦς δαψιλῶς· ἡ δὲ καρποφορία γίνεται πρὸς τὸ
ὑποκείμενον ’ ὅπου μὲν γὰρ πετρώδης ἡ γῆ, εὐμα-
ρῶς ξηραίνεται τὸ σπέρμα οὐκ ἀδυναμίᾳ τοῦ
σπόρου , ἀλλᾶ καχεξίᾳ τῆς γῆς· 6 μὲν γὰρ σπό-
ρος ἐνεργής· ἄγονος δὲὴ γῆ βάθος μὴ κεκτημένη.
Οὐκ ἁντεχούσης δὲ τῆς γῆς πρὸς ὑγρασίαν ('28),
πλεῖον αἱ ἡλιακαὶ ἀκτῖνες προσϐάλλουσαι, ἁναξη -
ραίνουσι τὸν σπόρον. Καὶ γίνεται τὸ αἶ’τιον οὐ παρὰ
τὸ ἄτονον τοῦ σπόρου , ἀλλὰ τὸ σαθρὸν τῆς γῆς . Ῑῐά-
λιν 6 σπόρος σπείρεται εἷς άκανθώδη γῆν · καὶ 6 μὲν
“ σπόρος ἐνεργής · πνίγεται δὲ ὑπὸ τῶν ἀκανθῶν , καὶ
ἡ ἓνδον ἀποκειμένη ἐνέργεια οὐ συγχωρεῖται καρ-
’ποφορῆσαι διὰ τὴν ἔξωθεν ὄχλησιν. Ἐὰν δὲ ἁπο-
λαύσῃ τῆς ἀγαθῆς ποιεῖ πάλιν οὐχ ὅμοιον τὸν καρ-
πὸν, ἀλλ’ ἐν τριάκοντα, καὶ ἑξήκοντα, καὶ ἑκατόν.
Μονοειδὴς μὲν ἀ σπόρος, διάφορος δὲ 6 καρπός · διάε-
φοροι δὲ αἱ γνῶμαι τῶν διδασκομένων.
3. Ἐξῆλθε τοίνυν 6 σπείρων τοῦ σπεῖραι · καὶ τὰ
μὲν δι’ ἑαυτοῦ παρὼν, τὰ δέ διὰ τῶν μαθητῶν ἐνήρ-
γησε. Καὶ ἔχεις ἐν ταῖς ΙΙράξεσι τῶν ἀποστόλων γε-
¹⁴ Joan. xxx, 31. ¹⁵ Joan. xu, 24, 25. ³⁸ Matth. xm, 3.
(26') Nullibi dicituridiem qua crucifixus Do-
minus
est, fuisse Sabbatum,‘ sed praecedentem
diem.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.