PG 28, col. 1489

μάτων ἐθαύμαζον μέγεθος · πίστιν δὲ μονότροπον
εὑρόντες σὺν εἰλικρινεῖ ἀγάπῃ, δευτέραν ἔθεντο τήν
οἰκείαν τῆς μετοικίας
5. Ἢν δὲ καί τῷ γένει περίϐλεπτος ἡ μακαρία
Συγκλητική, καὶ τοῖς ἄλλοις δέ τοῖς κατὰ τὸν κόσμον
τερπνοῖς νομιζομένοις ἐκεκόσμητο. Παρῆν δὲ αὐτῇ
καὶ ἀδελφή ὁμόφρων ἅμα, καὶ ἀδελφοὶ δύο, σεμνο-
τάτῳ καὶ αὐτοὶ ἀναχθέντες βίῳ· ὧν 6 μὲν εἷς, ἐν τῇ
παιδικῇ ἡλικίᾳ τυγχάνων, ἀπεγένετο· 6 δὲ ἔτερος,
ἐπιϐάς πέμπτῳ καὶ εἰκοστῷ ἔτει, παρά τῶν γονέων
είς γάμον παρεκαλεῖτο· καὶ πάντων πρὸς τὸ ζητού-
· μενον εὐτρεπισθέντων. καὶ τῶν ἐξ ἔθνους συμϐολι-
κῶν ἐκτελουμένων, ἀπέπτη ὁ νέος ὥσπερ ὄρνεον ἐκ
βρόχων, ἀνταλλαγήν ποιησάμενος τῆς ἐπιγείου νύμ-
φης, τήν ἄμωμον καί ἐλευθέραν τῶν άγίων σύνοδον.
6. Αὕτη δὲ ἔτι ἐν ταῖς πατρῴαις ἀγκάλαις τυγχά-
νουσα, φιλοθείᾳ μὲν τὸ πρῶτον τὴν ψυχὴν ἠσκεῖτο·
καὶ οὐχ οὕτω τὰς τοῦ σώματος ἐπιμελείας ἐποιεῖτο,
ὡς τάς τῆς φύσεως ὁρμὰς ἐπετήρει.
7. Ἦν γὰρ καὶ κατᾶ τὸ σῶμα περικαλλεστάτη, ὡς
καὶ πολλοὺς αὐτῇ μνηστῆρας προσιέναι κατᾶ τήν
πρώτην ἡλικίαν· τοῦτο μὶν ὑπὸ τῆς περιουσίας δε-
λεαζομένους, τοῦτο δὲ και ὑπὸ τῆς τῶν γονέων κο-
σμιότητος, καὶ πρὸς ἐπὶ τούτοις ὑπ’ αὐτῆς τῆς κόρης
τοῦ κάλλους ἐξαπτομένους. Καὶ γοῦν οἱ γονεῖς ἀσμέ-
νως προετρέποντο τήν νέαν εἷς γάμον, αὐτὸ τοῦτο
ἐπείγοντες, ὡς ἐξ αὐτῆς τὴν τοῦ γένους διαδοχήν αὐ-
τοῖς φυλαχθῆναι. Ἡ δὲ σώφρων καὶ γενναία τῷ φρο-
- . ,νη ι. . . ..
νήματι, οὐδόλως συνετίθετο ταῖς τοιαύταις τῶν γο-
νέων συμϐουλίαις· ἀλλὰ γάμον ἀκούουσα κοσμικὸν,
γάμον θεῖον ἐφαντάζετο · καὶ πολλοὺς μνηστῆρας
παρορῶσα, εἷς μόνον τὸν οὐράνιον νυμφίον εἶχε τὸ
νεῦμα.
8. Καὶ ἦν ἰδεῖν τῆς μακαρίας Θέκλης γνησίαν μα-
θήτριαν, τοῖς αὐτοῖς αὐτὴν ἑπομένην διδάγμασι. Καὶ
γὰρ τῶν δύο εἶς μνηστήρ ἦν ὁ Χριστὸς, καὶ αὐτὸς ἦν
τῶν ἀμφοτέρων νυμφαγωγὸς Παῦλος· οἶμαι δὲ καὶ
τὸν θάλαμον αὐταῖς μὴ ἐναλλάττειν· εἷς γάρ αὐταῖς
παστὸς ἡ Ἐκκλησία, καὶ ὁ αὐτὸς Δαῦὶδ μελῳδεῖ ἐπ’
ἀμφοτέρων τὰ σεμνά καὶ θεῖα ᾅσματα. Καὶ γάρ ἐν
κυμϐάλοις εὐήχοις τέρπει τὰς Θεῷ ἀνατεθείσας ψυ-
χὰς, καὶ ἐν τυμπάνοις καὶ ἐν δεκαχόρδοις ψαλτηρίοις
τὴν τελειοτάτην ᾠδὴν ἀναπέμπει. Μαριάμ δὲ τοῖς
ἱεροῖς τούτοις γάμοις τὰς χορευτρίας εἰσάγει, λέ-
γουσα. ’ᾍσωμεν τῷ Κυρίῳ· ἐνδόξως γάρ δεδό-
ξασται. Καὶ τὰ ὄψα δέ τοῦ θείου δείπνου κοινά τοῖς
ἐστιωμένοις · Γεύσασθε γὰρ, καὶ ’ίδετε, ὅτι χρη-
στὸς ὁ Κύριος. Καὶ ἡ τῶν νυμφικῶν δὲ αὐταῖς πε-
ριϐλημάτων μία τις ὑφή. Ὅσοι γάρ εἷς Χριστὸν
ἐϐαπτίσθησαν , Χριστὸν ἐνεδύσαντο . Ὀμότροπος
οὖν αὐταῖς ἦν ἡ πρὸς Κύριον ἀγάπη· τῶν γάρ αὐτῶν
ἠξιοῦντο δωρεῶν· ἀλλὰ καὶ τοῖς αὐτοῖς ἀγῶσιν ἡμιλ-
λῶντο. Τὰ μὲν γάρ τῆς μακαρίας Θέκλης οὐδενὶ ἠγνὸη·
ται μαρτύρια, ὡς διὰ πυρὸς καὶ θηρίων ἀτιθάσσων
⁵⁸ Exod. xv. 1. ⁵⁷ Psal. χχχιιι, 9. ⁸⁸ Galat, ιιι, 27.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.