PG 28, col. 1492

καίως καὶ ετς αὐταῖς 6 ἀντιτασσόμενος. Καὶ τῇ μὲν
Θέκλῃ πραϋτέρους ὑπολαμϐάνω τοὺς πόνους · καθ-
ῄρητο γάρ ἠ τοῦ ἐχθροῦ κακία, διά τῶν ἐκτὸς αὐτῇ
προσομιλοῦντοςο ἐνταῦθα δὲ δριμυτέραν ἑαυτοῦ τήν
κακίαν ἐπιδείκνυται, ἐκ τῶν ἔνδον διά τῶν ἐναντίων
καὶ ὀλεθρίων ἑαυτοῦ λογισμῶν κινούμενος.
9. Οὐκ ὲγοήτευσεν αὐτῆς τὸ ὄμμα ποικίλης ἐσθῆ-
τος ὑφή, οὐδὲ λίθων πολυτελῶν διάφορα χρώματα·
οὐκ ἠπάτησεν αὐτῆς τήν άκοήν κύμϐαλον, οὐδ’ αὐλὸς
διαλῦσαι δεδύνηται τὸν τῆς ψυχῆς αὐτῆς τόνον. Οὐκ ο
ἐμάλαξεν αὖτῆν γονέων δάκρυα, οὐδὲ ἑτέρα τις συγ-
γενῶν παραίνεσιςο ἀλλ’ ὥσπερ ἀδάμαντα τὸν λογι-
ι Ἰ 9 ι ι ο ι ul
σμὸν ἔχουσα, οὗ παρετράπη τὸν νοῦν· καὶ ὥσπερ
θυρίδας τὰς πάσας αἰσθήσεις αὐτῆς ἀποκλείουσα,
τῷ έαυτῆς νυμφίῳ καταμόνας προσωμίλει, τὸ γρα-
φικὸν ἐκεῖνο λέγουσα’ Ὠς ἐγὼ τῷ ἀδελφιδῷ μου,
καὶ ὁ ἀδελφιδός μου ἐμοί. Καὶ εί μὲν καπνώδεις
καὶ σκοτειναὶ ὁμιλίαι παρῆσαν , ταῦτας ἀπέφευγε,
τοῖς ἔνδον ταμείοις τῆς ψυχῆς ἑαυτὴν συνάγουσαο
ὅπου δὲ φωτειναὶ καὶ ἐπωφελεῖς παραινέσεις ἐτύγχα- ‘
vov, πᾶσαν εαυτῆς τὴν διάνοιαν ἔτεινε πρὸς ὑποδοχήν
τῶν λεγομένων.
10. Οὐκ ἠμέλει δὲ καὶ τοῦ κατᾶ τὸ σῶμα σωτη-
ρίου φαρμάκου· τήνπτε γάρ νηστείαν οὕτως οεῗχε φί-
λην, ὡς μηδένα αὐτῇ τῶν παρόντων ἴσον τυγχάνειν.
Φυλακήν γάρ καὶ θεμέλιον ταύτην ἡγεῖτο τῶν ἄλλων.
Καὶ εἷ’ ποτε ἀνάγκης γενομένης παρᾶ τὸν συνῆοη
καιρὸν ἐτράφη, τὸ ἐναντίον ὑφίστατο τοῖς ἐσθίουσιν·
ὠχρία γάρ αὐτῆς τὸ πρόσωπον, καὶ συνέπιπτεν ὁ τοῦ
σώματος ὄγκοςο τοῦ γὰρ κινοῦντος ἀηδισθέντος, συνο
αλλοιοῦται καὶ τὸ κινούμενον. Ὅπως γάρ ἂν ἡ ἀρχὴ
διατεθῇ, ὡς ἐπίπαν ἀκολουθεῖ ταύτῃ καὶ τὰ ἐκ ταῦ-
της ἠρτημένα. (λῖς μὶν γάρ ἡ τροφή καὶ ἡδονὴν γίνε-
ται καὶ προσφέρεται, εὐθαλὴς 6 τοῦ σώματος ὄγκος
ἐστίν· οἷς δὲ τὸ ἐναντίον συμϐαίνει, ἄτροφος καὶ
λεπτή ἡ σάρξ τυγχάνει. Μαρτυροῦσι δέιμου τῷ λόγῳ
οἳ ἄρῥωστοιο Ἦ γοῦν μακαρία αὕτη, νοσηλεύειν πει-
ρωμένη τὸ σῶμα, τῇ ψυχῇ τὸ εὐανθὲς ἔφερε· κατὰ
γὰρ τὸν Ἀπόστολον λέγοντα ἔπραττεν· ’Ὀσῳ γὰρ ὁ
ἔξωθεν ἡμῶν ἄνθρωπος φθείρεται, φησῗν , τοσοῦ-
τον 6 ἔνδον ἀνακαινοῦται. Οῧτω μὲν οὖν ἐνήθλει
λανθάνουσα τοὺς πολλούς.
11. ’Ὀτε δὲ οἱ γονεῖς αὐτῆς τέλος ἔσχον τοῦ βίον,
ἐπὶ πλεῖον θεοφορηθεῖσα (77) τῷ θείῳ φρονήματι,
λαμϐάνει καί τήν ἀδελφὴν μεθ’ ἑαυτῆς· ἦν γὰρ στε.
ρηθεῖσα τῶν ὅψεωνο καὶ τῶν μὲν πατρῴων οἺιιων χω-
ρίζεται. εἷς δέ τινος συγγενοῦς αὐτῆς ἡρωεῖον ἀπ’
ῳκισμένον τῆς πόλεως κατάγεται· καὶ διαπωλήσασα
πᾶσαν τὴν καταλειφθεῖσαν αὐτῇ οὐσίαν , καὶ διανεῖ⁴
μασα τοῖς πένησι , προσκαλεσαμένη τινα τῶν πρε-
σϐυτέρων, ἀπέτεμεν ἑαυτῆς τους πλοκάμους. Τότε

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.