PG 28, col. 1513
βαλεῖν, φησὶν, εἰς ἀσκοὺς παλαιούς. Ἀλλως γάρ
ἑστιῶνται 0't θεωρίας καὶ γνώσεως ἐμφοροᾶμενοι, ἓτε-
ρως δὲ οἱ ἀσκητικῆς· καὶ πρακτικῆς ἀπογενόμενοι, καὶ
πρὸς δύναμιν οἱ κατά τὸν κόσμον δικαιοπραγοῦντες.
’Ὠσπερ γάρ τῶν ζώων τινά μὲν ἔστι χερσαῖα, τινα δὲ
ἔνυδρα, τινά δὲ πτηνά· οὕτως καὶ 0". ἄνθρωποι οἱ μὲν
τὸν μέσοο βίον κατέχουσιν ὡς τά χερσαῖα· οἱ δε πρὸς
τά ῦψη ἐνατενίζουσιν, ὡς τά πετεινά· οἱ δὲ τοῖς
ὕδασι τῶν αμαρτιῶν εἶσι κεκαλυμμένοι, ὡς 0". ἰχθύες·
Ἦλθον γάρ, φησὶν, εἷς τὰ βάθη τῆς Θαλάσσης,
καί καταιγίς κατεπόντισέ με. Καὶ τοιαύτη μὲν ἡ
τῶν ζώων φύσις· ἡμεῖς δὲ, ὡς ἀετοὶ πτεροφυήσασαι,
ἐπὶ τά ὑψηλότερα ἐπιϐῶμεν, καὶ καταπατήσωμεν λέ-
οντα καὶ δράκοντα· καί τοῦ ποτε ἄρχοντος νῦν ἄρξω-
μεν. Τοῦτο-δὶ ποιήσομεν ἐάν ὅλην ἑαυτῶν τὴν διάνοιαν
τῷ Σωτῆρι προσενέγκωμεν.
Η. Ἀλλὰ ὅσον ἡμεῖς κορυοοῦμεθα πρὸς τά ὕψη,
κάκεῖνος ἐμποδίζειν πειρᾶται διά τῶν ἰδίων παγίδων.
Καὶ τί μεγα ἔχειν ἡμᾶς ἀντιπάλους πρὸς τὸ ἀγαθὸν
ὁρμώσας, ὅπου γε καὶ πρὸς τά εὐτελῆ φθονοῦσι, καὶ
γοῦν τοῦς ὑπὸ τήν γῆν τεθαμμένους θησαυροὺς οῦ
συγχωροῦσι λαμϐάνειν ἀνθρώπους. tu? οῦν καὶ πρὸς
τὴν γηίνην φαντασίαν ἀντίκεινται, πόσῳ μᾶλλον πρὸς
τήν τῶν οὐρανῶν βασιλείαν φθονήσουσιν ;
45. Δεῖ οῦν κατ’ αὐτῶν παντοίως ὁπλίζεσθαι· καὶ
γάρ καὶ ἔξωθεν εἰσελαύνουσι, καὶ οὐδὲν ἦττον ἐκ τῶν
ἔξωθεν κινοῦνται. Καὶ ἡ ψυχὴ, καθάπερ ναῦς, ποτε
μὲν ὑπὸ τὼν ἔξωθεν τρικυμιῶν καταποντίζεται, ποτε
δὲ ὑπὸ τῆς ἔνδοθεν ἀντλίας ὑποϐρύχιος γίνεται. Καὶ
γοῦν καὶ ἡμεῖς ποτὲ μὶν διὰ τῶν ἐκτὸς πρακτικῶν
ἁμαρτημάτων ἀπολλύμεθα, ποτε δὲ διά τῶν ἔνδον
λογισμῶν ἀφανιζόμεθα. Δεῖ οῦν καὶ τάς ἔξωθεν τῶν
πνευμάνων ἐπιτηρεῖν προσϐολάς, καὶ τὰς ἔνδον τῶν
λογισμῶν ἐξαντλεῖν ἀκαθαρσίας, πάντοτε δῖε γρηγορεῖν
πρὸς τοῦς λογισμούς· συνεχῶς γάρ ἐφίστανται. Ἐπὶ
μὲν ταῖς ἔξωθεν τρικυμίαις, βοώντων τῶν ναυτῶν,
πολλάκις ἡ σωτηρία διά τῶν έγγυτάτων πλοίων γίνε-
ται· αἱ δὲ ἀντλίαι, καὶ κοιμωμένων πολλάκις τῶν
πλωτήρων, καὶ ἡσυχαζοῦσης τῆς θαλάσσης, ὲπισυμ-
ϐαίνουσι, καὶ πολλάκις αὐτοὺς θανατοῦσιν·
46. Δεῖ οὖν ἐπιπονωτέραν ποιεῖσθαι πρὸς τοῦς λο-
γισμοὺς τὴν διάνοιαν. Ὀ γὰρ ἐχθρὸς, καθάπερ οἷκον
τήν ψυχὴν καθελεῖν βουλόμενος, ἢ ἀπὸ τῶν Θεμελίων
ποιεῖται αὐτῆς τὴν πτῶσιν, ἢ ἀπὸ τῆς ὀροφῆς ἀρχό-
μενος, πᾶσαν αὐτὴν καταφέρει, ἤ καὶ διά τῶν θυρί-
δων εἰσελθὼν, πρῶτον τὸν οἷ’κοδεσπὸτην δεσμεῖ, καὶ
οὕτως χειροῦται τὰ πάντα Θεμὲλιος μὲν οῦν ἐστι τὰ
καλά ἔργα, ὀροφὴ δὶ ἡ πίστις, θυρίδες δὲ αἱ αἷσθή-
σεις. Διά πάντων δὲ πολεμεῖ ὁ ἐχθρός. ’Ὁθεν πολυόφ-
θαλμον δεῖ εἶναι τὸν σωθῆναι βουλόμενον. Οὐκ ἕχο-
μεν ἐνταῦθα τὸ ἀμέριμκιον·φησὶ γάρ ἡ Γραορψ Βλεπὲτιυ-
ὁ ἑστηκὼς μὴ πέσῃ.
47. Ἐν ἀδήλῳ πλέομεν· θάλασσα γὰρ ὁ βίος ἡμῶν
⁶⁴ Matth. ιι, 17. ’⁵ Psal. vam, 3. ⁸⁸ PsaI. xc,
(87) Vit. ρρ. l. ν, ιι,
ΡΑτιιοι.. Gn. XX VIII.