PG 30, col. 849

antea erat): cujusmodi, quaeso, medicinam admittet, qui Filium, cum ante exstiterit, dicit genitum
θέσθωσαν τῆς ὁμολογίας, ἕτερον εἰσάγοντες ἀγέννη-
τον ⁶ ἢ τούτοις έμμένοντες παραιτεῖσθωσαν λέγειν
ὅντα γεγεννῆσθαι τὸν Υίόψ ἐπεὶ μηδὲ συγχωρεῖ τοῦ
υἱοῦ καὶ τοῦ γεννήματος ἡ προσηγορία πρὸς τὴν
ἀγέννητον. Πᾶσα γὰρ γένοιτο σύγχυσις ὀνομάτων
τε καὶ πραγμάτων, μιᾶς μὶν οὐσίας οὔσης τε καὶ
λεγομένης ἂγεννήτου, ἐπεισαγομένῃς δὲ τῷ λόγῳ
πάλιν έτέρας, εἶτα ταύτης γεννητῆς ὀνομαζομένης,
Υἱοῦ τε μὴ γεννηθέντος κατ’ αὐτοὺς, καὶ Πατρὸς μὴ
γεννήσαντος, ὀνόματα, εἷίγε μὴ γεννηθεὶς ἦν. Πλὴν
εἷ’ μή τις, κατὰ τὸν λόγον, κακὸν ¹κακῷ ῒώμενος,
μείζονι τὸ ἔλαττον, αὐξητικὴν ἢ μεταϐλητικήν ἑπι-
νοήσειε γένεσιν, πρὸς ἅπασι τοῖς ἄλλοις μήτ’ ἐκεῖνο
καλῶς λογισάμενος, ὡς εἴτε αὐξάνοι τι, προσθήκῃΒ
. - ν. λ η, ν ..η ν .
τινὸς τῶν ἔξωθεν αὖξήσειεν ἄν. Πόθεν οὖν τὸ προσ-
τεθὲν, εί μὴ καὶ ἓτερον ὑποθοίμεθα; Ἀλλὰ εἴ μὶν
τοῦτο, πολλά τὰ ὅντα καὶ ἀγέννητα ὄντα εἰς συμπλή-
ρωσιν ἑνὸς ἐπινοεῖν ἀναγκαῖον. Εἴ δ’ έκ τοῦ μὴ ὄντος
ἡ αὔξησις, πότερον ἄμεινον ὁμολογεῖν πᾶν μὴ ’ὀν γε-
γεννῆσθαι γνώμῃ τοῦ παραγαγόντος, ἢ σύνθετον
λέγειν τὴν οὐσίαν ἐξ ὄντος καὶ μὴ ὅντοςς Ε’ίτε μετα-
ϐάλοιτο, μηδενὸς ὄντος εἲς ’ὀ μεταϐληθείη,εἷς τὸ μὴ ὃν
’ἐξ ἀνάγκης μεταϐληθήσεται. Καὶ πῶς οὐκ εὔηθες, ’ἕνα
μὴ λέγωμεν ἀσεϐὲς, τὸ ὃν εἰς τὸ μὴ ὃν κεχωρηκέναι
λέγειν; δέον ἀφεμένους τῆς ἀμέτρου ταύτης εὐηθείας,
παρανοίας δὶ μᾶλλον, σωφρόνως παραδέξασθαι τάλη-
Θὲς.
vero dicere, essentiam constare ex ente et non ente, sed ex re aliqua quae est vel fuit, et non est vel
non fuit? Sique transmutatur, nulla re exsistente in quam possit transmutari, transmutabitur neces-
sario in id quod non est. Et quomodo, quaso, non sit stolidum, ne dicamus impium, affirmare id quod
est, abiisse in aliquid quod non est? Imo vero conveniens est ut missa et abjecta immodica hac stultitia
aut potius insania, debita modestia id quod verum est acceptetur.
15. Ἀλλὰ οὗτοι μὶν τπύταις καὶ πολλῷ πλείοσι τού-
των ἀτοπίαις ὄντες ὑπόδικοι λελήθασί σφας αὐτοὺς,
οὐχ ἡμᾶς τόλμης εὐθύναις δικαίως ὑπάγοντες, ἀλλ’
ἑαυτοὺς ἀσεϐείας ἐγκλήμασιν. Ἡμεῖς δέ τοῖς ὑπό τε
τῶν ἁγίων πάλαι (28), καὶ νῦν ἀφ’ ἡμῶν αὐτῶν ἀπο-
δεδειγμένοις έμμένοντες, μήτε τῆς οὐσίας τοῦ Θεοῦ⁹
προσιεμένης γέννησιν, ὡς ἀγεννήτου, μήτε διάστα-
σιν ἢ μερισμὸν ὡς ἀφθάρτου, μήτε μὲν ἑτέρας τινὸς
ὑποκειμένης εἷς Υἱοῦ γέννησιν, μή ὄντα φαμὶν γεγεννῆ-
σθαι τὸν Υὶόν. Οὐ κοινοποιοῦμεν (29) οὐδὲ τοῦ Μονο-
γενοῦς τήν οὐσίαν πρὸς τὰ ἐκ μὴ ὄντων γενόμενα,
ἐπείπερ οὐκ οὐσία τὸ μὴ όν.Τῇ δὲ τοῦ ποιήσαντος
γνώμῃ τήν διαφορὰν τοῖς πᾶσιν ὁριζόμενοι, τοσαύτην
αὖτῷ νέμομεν ὑπεροχὴν, ὅσην ἔχειν ἀναγκαῖον τῶν
ἰδίων ποιημάτων τὸν ποιητήν. Πάντα γὰρ δι’ αὐτοῦ
γεγεννῆσθαι κατὰ τὸν μακάριον Ἰωάννην ὁμολογοῦ-
μεν, συναπογεννηθείσης ἄνωθεν αὖτῷ τῆς δημιουρ-
γικῆς δυνάμεως, ὥστ’ εἶναι Θεὸν μονογενῆ πάντων
τῶν μετ’ αὐτόν καὶ τῶν δι’ αὐτοῦ γενομένων. Μόνος
γὰρ τῇ τοῦ ἀγενήτου δυνάμει γεννηθεὶς καὶ κτισθεὶς,
⁸⁷ Joan. ι, 3.
(28) Basilius pag. 253, καὶ πάλαι.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.