PG 30, col. 857

τὸν Θεόν μου καὶ Θεὸν ὑμῶν. Μόνος ἀληθινὸς Θεὸς,
μόνος σοφὸς, μόνος ἀγαθὸς, μόνος δυνατὸς, μόνος
ἔχων ἀθανασίαν, Θορυϐείσθω δὲ μηδεὶς, μηδέ ταρασ-
σέσθω τήν διάνοιαν. Οὐ γὰρ ἐπ’ ἀναιρέσει τῆς τοῦ
Μονογενοῢς θεότητος, ἢ τῆς σοφίας, τῆς ἀθανα-
σίας, ἢ τῆς ἀγαθότητος χρώμεθα τοῖς εἰρημένοις
ἀλλ’ ἐπὶ διακρίσει τῆς τοῦ Πατρὸς ὑπεροχῆς. Μονο-
γενῆ μὶν γὰρ ὁμολογοῦμεν Θεὸν καί τὸν Κύριον
ἡμῶν Ἰησοῦν, ἄφθαρτον καὶ ἀθάνατον, σοφὸν, ἀγα-
θόν. Ἀλλ’ αὐτῆς γε τῆς συστάσεως, καὶ παντὸς,
ὅπερ ἐστὶ, τὸν Πατέρα φαμὲν αἷίτιον οὐκ ἔχοντα τῆς
ἰδίας οὐσίας ἢ τῆς ἀγαθότητος αἷίτιος ὡς ἀγέννητον,
ταύτην ἡμῖν παρεχόντων τήν ἔννοιαν τῶν προτεθέν-
των.
trem didicimus esse causam, cum ipse sua: essentiaa et bonitatis nullam habeat causam, utpote ingeni-
tus, sicut ea quae prius sunt proposita, menti nostra; ingenitum considerandum exhibuerunt.
22. Οὔκουν εἰ μόνος μὲν ἀληθινὸς ὁ Θεὸς καὶ σοφὸς,
ἐπειδὴ καὶ μόνος ἀγέννητος, μονογενὴς Υἱὸς, ἐπειδὴ
μόνος ἂγεννήτου γέννημα, οὐκ ἂν δέ τι μόνον εἷή,
κοινοποιουμένης πρὸς ἕτερον δι’ ὁμοιότητα τῇς (9'5-
σεως. Χρή τοίνυν τήν κατ’ οὐσίαν ὁμοιότητα ἀνελόν-
τες, τῆν δὶ τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα δεξάμενοι
κατὰ τὸν οίκεῖον λόγον, εἷς ἕνα καὶ μόνον ἀληθῶς
ἐνάγειν τήν τῶν πάντων αἰτίαν τε καὶ ἀρχὴν, ὑπο-
τεταγμένοι) δηλαδὴ τοῦ Υἱοῢ τῷ Πατρὶ, τήν δὲ περὶ
τούτων ἔννοιαν ἀκριϐῶς διακαθαίροντας, καὶ τὸν τῆς
ἐνεργείας τρόπον οὐκ ἀνθρώπειον νομίζειν, εὐμαρῆ
δὶ καὶ θεῖον · οὔτοι μερισμὸν ἢ κίνησίν τινα τῆς
οὐσίας τήν ἐνέργειαν ἡγουμένους, ἅπερ ἐπινοεῖν
ἀναγκαῖον τοὺς ὑπαγομένιους τοῖς Ἑλλήνιον σοφίσμα-
σιν, ἐνούντῶν τῇ οὐσίᾳ τὴν ἐνέργειαν, καὶ διὰ τοῦθ’
ἅμα μὶν τῷ Θεῷ τὸν κόσμον ἀποφαινομένων, οὐδὲν
δὲ μᾶλλον ἐκ τούτου τήν ἀτοπίαν διαφευγόντων.
Ἐχρῆν γάρ τοι πρὸς τήν τῆς δφμιουργίας παῦλαν
ἀπιδόντας, μηδὲν πρὸς τήν ἀρχὴν ἀνανεύειν. Οὐδὲ
γάρ ἀντιλήξειεν (41) εἷς τέλος μὴ ἀπ’ ἀρχῆς ὁρμώ-
μενον .
creationis, nequaquam principio eam exaequare extollendo. Fieri enim non potest ut fine aliquo desinat
esse, quod non ab aliquo principio coepit esse.
23. Ἀλλ’ σῦτοι μὲν μήθ’ ὑγιαίνουσιν ὀφθαλμοῖς
τήν τῶν ὄντων κατανενοηκότες διαφορὰν, μήτε
δίκαιοι κριταὶ γενόμενοι τῶν πραγμάτων, ἀφιέσθω-
σαν’ διὰ κακόνοιαν ἐπικρυπτούσης αὐτοῖς ἀλή-
θειαν τῆς δίκης. Ἡμεῖς δὲ κατὰ τὰ μικρῷ πρόσθεν
ῥηθέντα τὴν ἐνέργειαν ἐκ τῶν ἔργων κρίνοντες, οὐκ
ἀσφαλὲς οἰόμεθα δεῖν ἑνοῦν τῇ οὐσίᾳ, τὴν μὲν ἄναρ-
χον ἁπλῆν. τε καὶ ἀτελεύτητον εἰδότες, τήν δὲ ἐνέρ-
γειαν οὐκ ἅναρχον.Ἥ γὰρ ἂν ἦν καὶ τὸ ἔργον ἄναρχον,
⁹⁰ Joan. xx, l7. ⁰¹ Joan. xvn, 3. ⁰² Matth. xIx,
(=14) Ἀντιλήξειεν. Forte, ἂν τι Λήξειεν· EDIT-

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.