PG 31, col. 589

τριῶν αρρωστημάτων όντων, μὴ τῷ ἀνιάτῳ προσ-
εοικέναι δόξητε, μηδέ τὴν τῆς γνώμης νόσον παρα-
πλησίαν τῇ τῶν εἰς τὰ σώματα δυστυχησάντων
δείξητε. Οἱ μὲν γάρ τὰ μικρά τῶν παθῶν κάμνοντες,
αὐτοὶ παρά τοὺς ἰατροὺς ἔρχονται· οί δε ὑπό μειζό-
νων καταληφθέντες ἀρρωστημάτων ἐφ’ ἑαυτοὺς καο
λοῦσι τοὺς θεραπεύσοντας (87)⁸ oi δε εἰς ἀνήκεστον
παντελῶς μελαγχολίας παρενεχθέντες οὐδε προσιόν-
τας προσίενται. Ὃ μὴ πάθητε νύν ὑμεῖς, τοὺς ὀρθῶς
ἔχοντας τῶν λογισμῶν ἀποφεύγοντες.
prorsus immedicabilem lapsi sunt. ne accedentes quidem admittunt : quod cavete ne vobis nunc
accidat, si eos qui mente ac ratione praediti sunt, fugiatis. ~
ΟΜΙΛῙΑ ΚΓ.
Εἰς τὸν ἅγιον μάρτυρα Μάμαντα.
1. Οὐκ ἀγνοῶ τὸ μέγεθος τῶν ὑπὸ τῆς πανηγύ-
ρεως ἐγκωμίων· ἀλλ’ ὥσπερ τοῦτο ἐπίσταμαι, οὕτω
καὶ τῆς ἀσθενείας τῆς ἐμαυτοῦ ἐπαισθάνομαι. Ἠ
μὲν γὰρ ὑπόθεσις ἀπαιτεῖ ἄξιόν τι ῥηθῆναι τῶν συν-
ελθόντων καὶ τῆς ἐλπίδος ἧς ἴχουσιν ἐφ’ ἡμῖν, καὶ
τῆς ὑποθέσεως. Ἐπειδή γάρ ἐπὶ τῇ μεγίστῃ τῶν
μαρτύρων ἄγομεν την μνήμην σήμερον, ὀρθὴ πᾶσα
διάνοια καὶ ἐμπαράσκευος ακοὴ, εἰπεῖν τι ἄξιον τοῦ
μάρτυρος προσδοκῶσα, καὶ πόθῳ τῷ περὶ αὐτὸν τὴν
ἐκκλησίαν ἐπάγει. Καὶ γὰρ εὐγνώμονες παῖδες με-
γάλα ἀπαιτοῦσι τά τῶν πατέρων ἐγκώμια, καὶ οὐκ
ἆν καταδέξαιντο ἐν μικρότητι τοῦ λέγοντος κινδυ-
νεύεν τῶν ἐγκωμιαζομένων τὸ μέγεθος. Ὠστε ὅσῳ
μείζων ἡ προθυμία, τοσούτῳ μέγας ὁ κίνδυνος. Τί
οὖν ποιήσομεν ; Πῶς δὲ καὶ τάς ὑμετέρας ἐπιθυμίας
ἀποπληρὼσομεν, καὶ αὐτοὶ μὴ ἀπέλθωμεν ἀσυντε-
λεῖς τῶν παρόντων ; Παρακαλέσομεν ἑκάστην ψυχὴν,
ἃ ἔχουσα ἦλθεν ἓν τῇ μνήμη, ταῦτα ἀνακαινήσασαν
τῇ διανοίᾳ, οἴκοθεν ἐπισιτισαμένην, τοῖς οἰκείοις
ἐφοδίοις ἑαυτὴν εὖφράνασαν ἀπελθεῖν. Μνήσθητέ μοι
τοῦ μάρτυρος, ὅσοι δι’ ὀνείρων αὐτοῦ ἀπηλαύσατε·
ὅσοι, περιτυχόντες τῷ τόπῳ τούτῳ, ἐσχήκεσαν αὑτὸν
συνεργὸν εἰς προσευχήν· ὅσοις. ὀνόματι κληθεὶς,
ἐπί τῶν ἔργων παρέστη· ὅσους ὁδοιπόρους ἐπαν-
ἡγαγεν’ ὅσους ἐξ ἀρρωστίας ἀνέστησεν· ὅσοις παῖδας
ἀπέδωκεν ἤδη τετελευτηκότας·
ὅσοις προθεσμίας
βίου μακροτέρας ἐποίησεν, Πάντα μοι συναγαγόντες,
ἐγκώμιον ἐκ κοινοῦ ἐράνου πονήσατε. Ἀλληλοι
διάδοτε, ἀ οἶδεν ἕκαστος, τῷ μὴ εἰδότι* ἃ μὴ οἶδε,
λαμϐάνέτω παρά τοῦ εἰδότος, καὶ οὕτως ἐκ συνεισ-
φορᾶς ἀλλήλους συνεστιάσαντες, ἡμῶν τῇ ἀσθενείᾳ
σύγγνωτε.
2. Ταῦτα γὰρ ἐγκώμια μάρτυρος, ό πλοῦτος τῶν
(85ὶ Yerte, cum nihil angi proderit. Mirm.
(86) Vocem πάντα ex libris veteribus addidimus.
Mox editio Paris. Δὁιρκιόωςι-τημςὶιαιον ὄντων.. Sed vox
νότων neque in editione ltasil., neque in nostris

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.