PG 32, col. 1104

ἀρχηγέτης. Ταύτῃ γέ τοι καὶ ἓν εἶναι γένος ὑπὲρ.
κείμενον, ἢ μίαν ὑλην ὑποκειμένην, ἐπὶ Πατρός καὶ
Υἱοῡ, περιαιρεθήσεται τῶν ὑπονοιῶν, ὅταν γε-
ναρχικὴν παραλάϐωμεν ἰδιότητα τῆς ἀνωτάτω ἀρχῆς,
καὶτὰ ἐκ τῶν γεναρχῶν γένη, πρὸς τό ἐκ τῆς μιᾶς
ἀρχῆς μονογενὲς γέννημα’ μετρίως γὰρ τὰ τοιαῦτα
εἰς ὁμοίωσιν ἔρχεται. Καθό μηδὲ τοῦ Ἀδὰμ, ὡς θεο-
πλαστου, καὶ ημῶν, ὡς ἁνθρωπογεννήτων, ἓν ὑπέρ-
κειται γένος ⁸ ἀλλ’ αὑτὸς ἀνθρώπων ἀρχή ⁸ μήτε ὕλη
κοινὴ αὑτοῦ τε καὶ ἡμῶν, ἀλλ’ αὑτός ἡ πάντων ἀν-
θρώπων ὑπόθεσις. Μήτι μην τοῦ Δαϐὶδ, καὶτοῦ γέ-
νους τοῦ ἐκ Δαϐὶδ, προεπινοεῖται, καθό Δαϐὶδ · ἐπεί-
περ ἡ τοῦ Δαϐὶδ ἰδιότης, ἀπὸ τοῦ Δαϐιδ ἄρχεται, καὶ
ἠ ὑπόθεσις τῶν ἐξ αὑτοῦ πάντων, αὑτός · ἀλλ’ ἐπειδὴ
ταῦτα ἀπολείπεται, καθὸ εἰσιν ἕτεραι κοινότητες
ἀνθρώπων ἁπάντων πρός ἀλλήλους, οἶαι ἆν ἁδελ-
φῶν⁶ ἐπὶ δὲ Πατρός καὶ Υίοῦ τοιοῦτον οὑκ ἔστιν,
ἀλλὰ τό ὅλον Πατὴρ ἁρχὴ, καὶ Υἱός ἐκ τῆς ἀρχῆς.
Οὐκοῦν οὐδὲ ἁπομερισμός τοῦ προτέρου εὶς τό- δεύ-
τερον, ῶσπερ ἐπὶ σωμάτων, ἀλλ’ ἀπογέννησις. Οὐδὲ
γὰρ ἡ Πατρός ἰδιότης καθάπερ εἰς Υἱόν ⁸όιπομεμέριο
σται, ἀλλ’ ἡ τοῦ Υἰοῦ ἐκ τῆς τοῦ Πατρός ἐκπέφηνε ·
τουτόν ἐν ἑτερότητι, καὶ ἕτερον ἐν ταυτότητι’ καθὸ
λέγεται Πατέρα εἶναι ἐν riga, καὶ Υὶόν ἐν Πατρί,
Οὔτε γὰρ ἡ ἑτερότης ἁπλῶς φυλάξει τὴν ἀλήθειαν
τῆς νεότητος, οὔτε ἠ ταυτότης αὖ τό ἀμέριστον τῆς
ὑποστάσεως* ἀλλ’ ἑκάτερόν σύμπλοκον καὶ ένοειδές .
ταυτὸν ἑτέρως, καὶ ἕτερον ὡσαύτως· ἵνα τις τὰ ῥή-
ματα, μὴ ἐφικνούμενα τῆς δηλώσεως, ἐκϐιασηται ⁸
βεϐαιοῦντος ἡμῖν τού Κυρίου τὴν ἔννοιαν, καὶ ἐν τῶ
μείζων μὲν ἰσότητι ('28), παριστάναι τόν Πατέρα,
τόν δὲ Υἰόν, ἐν ὑποϐάσει τό ἶσον ἔχοντα· ὅπερ έδίί
δαξεν ἐν ὁμοειδεῖ μὲν, ὑφειμένῳ δὲ φωτὶ νοεῖν τόν
Υἰόν, μὴ την οὐσίαν ἐξαλλάττὸντας, ἀλλὰ τό αὑτό
ὑπερϐεϐληκὸς καὶ ἐν ὑφέσει θεωροῦντας. Oi μὲν γὰρ
ι · Ι “ Ι ⁷
την οὐσίαν ἐν οὐδεμιᾷ ταυτότητι παραδεξάμενοι,
ὁμοίωσιν ἔξωθεν φέροντες τῷ Υίῷ προστιθέασιν · ὃ
δὴ καὶ ἔως ἀνθρώπων διαϐαίνει, τῶν ὁμοιουμένων
τῷ Θεῷ. Oi δε τὴν ὁμοίωσιν τοῖς ποιήμασι πρέπουσαν
εἰδότες, ἐν ταυτότητι μὲν τόν Υίόν συνάπτουσι Πατρὶ,
ὒφειμένη δε τῇ ταυτότητι · ἵνα μὴ αὐτὸς ὁ Πατήρ,
μέρος Πατρός, ἂ δυνατῶς παρίσταται τῷ, ἀλλος Υἱός.
οὑτω Θεὸς, οὐχ ὡς ἐκεῖνος, ἀλλ’ ὡς ἐξ ἐκείνου, οὐ τὸ
πρωτότυπον, ἀλλ’ εἰκών. Οὗτος ὁμοοὺσιος, ἐξηρηο
μένως παρὰ πάντα καὶ ἰδιαζόντως· οὑχ ὡς τὰ ὀμο-
γενῆ, οὑχ ὡς τὰ όιπομεριξόμενα, ἀλλ’ ὡς ἐκ τοῦ ἕνός
γένους καὶ εἴδους τῆς θεότητος, ἓν καὶ μόνον ἀπογέν-
νημα, ἀδιαιρέτῳ καὶ ἀσωμάτῳ προόδῳ ⁸ καθ’ ἣν μόνον
τό γεννῶν ἐν τῇ γεννητικῇ ἰδιότητι, προῆλθεν εἰς τὴν
γεννητικὴν (29) ἰδιότητα.
(29) Fort. γεννητην. COI‘EL.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.