PG 32, col. 240

In English: The Letters 5

πόν. Ἐὰν μεν οὖν ποτνιᾶσθαι ἐπὶ τοῖς συμϐᾱσι καὶ
δακρύειν βουλώμεθα, ούκ ἐξαρκέσει ἡμῖν 6 χρόνος
τοῦ βίου · πάντες δὲ ἅνθρωποι, μεθ’ ἡμῶν στένοντες,
παρισῶσαι τῷ πάθει τὸν ὀδυρμόν ού δυνήσονται·
ἀλλά κᾶν τα τῶν ποταμῶν ῥεύματα (26) δάκρυον γέ·-
νηται, ἐκπληρῶσαι τῶν συμϐάντων τὸν θρῆνον οὐκ
ἐξαρκέσει.
2. Ἐὰν μέντοι θελήσωμεν τὸ τοῦ Θεοῦ δῶρον ὁ
ἐναπέθετο ταῖς καρδίαις ημῶν προενεγκεῖν νῦν ·
τὸν λογισμὸν λέγω τόν σώφρονα, ὃς καὶ ἐν ταῖς
εὐημερίαις μέτρα οἵδε ταῖς ψυχαῖς ἡμῶν ὁρίζειν,
καὶ ἐν ταῖς κατηφεστέραις περιστάσεσιν εἰς υπο-
μνησιν οἴγειν τῶν ἀνθρωπίνων, καὶ ὑποϐάλλειν ἡμῖν,
οἷ τε εἴδομεν, ά τε ἠκούσαμεν, ὅτι γέμει 6 βίος τῶν
τοιούτων παθῶν, καὶ πολλά τῶν ἀνθρωπίνων συμ-
φορῶν ἐστι τά ὑποδείγματα · καὶ ἐπὶ πᾶσιν, ὁτι
πρόσταγμα Θεοῦ ἐστι τό μη λυπεῖσθαι ἐπὶ τοῖς
κεκοιμημένοις τούς εἰς Χριστὸν πεπιστευκότας διὰ
τὴν ἐλπίδα τῆς ἀναστάσεωςσ καὶ ὅτι τῆς μεγάλης
ὑπομονῆς μεγάλοι παρὰ τῷ ἀθλοθέτη στέφανοι δόξης
ἀπόκεινται · ἐὰν ἐπιτρέψωμεν τῷ λογισμῷ ταῦτα
ἡμῖν κατεπάδειν, τάχα ἂν εῦροιμέν τινα μετρίαν
τοῦ κακοῦ λύσιν. Διὸ παρακαλῶ σε, ὡς γενναῖον
ἀγωνιστὴν, στῆναι πρὸς τὸ μέγεθος τῆς πληγῆς,
καὶ μὴ ὑποπεσεῖν τῷ βάρει τῆς λύπης, μηδὲ κατα-
ποθῆναι τῆν ψυχηνο ἐκεῖνο πεπεισμένον, ὅτι, κᾶν
οἱ λόγοι τῶν παρά Θεοῦ οἰκονομουμένων διαθεύγω-
σιν ἡμᾶς, ἀλλὰ πάντως γε τό παρά τοῦ σοφοῦ καὶ
ἀγαπῶντος ἡμᾶς οἰκονομηθεν ἀποδεκτόν ἐστι, κᾶν
ἐπίπονον Αύτός γὰρ οἶδε πῶς ἑκάστῳ διατίθησι
τὸ συμφέρον, καὶ διὰ τί οἰνισα τίθησιν (28) ἡμῖν τοῦ
βίου τὰ πέρατα. ’Ἐστι γάρ τις αἰτία ἀνθρώποις ἀκα-
τάληπτος, δι’ ἧς οἱ μὲν θᾶττον ἐντεῦθεν ἀπάγονται,
οἱ δε ἐπι πλεῖον προσταλαιπωρεῖν τῷ ὀδυνηρῷ τούτῳ
βίῳ καταλιμπάνονται. "flare ἐπὶ πᾶσι προσκυνεῖν
αὐτοῦ τὴν φιλανθρωπίαν ὀφείλομεν καὶ μὴ δυσχε-
ραίνειν⁸ μεμνημένοι τῆς μεγάλης ἐκείνης καὶ ἀοιδίο
μου φωνῆς, ἢν ὁ μέγας ἀθλητὴς Ἰὼϐ ἀνεφθέγξατο,
ἐπὶ μιᾶς τραπέζης ἰδὼν δέκα παῖδας ἐν βραχείᾳ Ὗ
καιροῦ ῥοπῆ συντριϐέντας· Ὀ Κύριος ἔδωκεν, ὁ
Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οῦτω καὶ
γένετο. Ἠμέτερον ποιησώμεθα τό θαῦμα τοῦτο ο
’ίσος 6 μισθός παρά τοῦ δικαίου κριτοῦ τοῖς τὰ
ἶσα ἐπιδεικνυμένοις ἀνδραγαθηματα. Οῦκ ἀπεστε-
ρήθημεν τοῦ παιδὸς, ἀλλ’ ἀπεδώκαμεν τῷ χρήσαντι ·
οὐδὲ ἠφανίσθη αύτοῦ ἡ ζωὴ, ἀλλ’ ἐπὶ τὸ βέλτιον
διημείφθη· ού γῆ κατέκφυψε τὸν ἀγαπητόν ἡμῶν,
ἀλλ’ οὐρανὸς ὑπεδέξατο. Μικρὸν ἀναμείνωμεν, καὶ
vetustissimis, nihil mutandum censuimus.
(27) Ταῖς καρδίαις. Editi addunt ἐν, quod deest
mélssf‘rwnm. Deest hoc verbum in tribus codi-
cibus, nec necessarium est.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.