PG 33, col. 1332

Κάρτος ἐμόν· σὶ γὰρ οἷον ἀεὶ, Θεὸς, ἃμφαγαπάζω’
Αὐτὸς ἔρεισμα γαὶ ἂλκαρ ἐμὸν καὶ ἀρωγὸς έτύχθης. -
Ἐλπὶς έμή τελέθεις, καὶ ἐμῶν ἐπιτάρροθος ἔργων,
’Δρῥηκτον βιότοιο κέρας καὶ ὑπέρμαχος ἀλκή,
’Υμνείων σε λιταῖς, δηίων ἀπὸ χεῖρας ἀλύξω.
Ὠδῖνες θανάτοιο περιστιχόωντο βαρεῖαι.
Χείμαῤῥοί τ’ ὀρόθυνον ἀμήχανοι ἀμπλακιάων.
Ταρταρίων μ’ ὠδῖνες ἐκυκλώσαντο βερέθρων
Πλεκτὰ δέ με προῦπεμψε τανηλεγέος λίνα πότμου.
Β Αὐτὰρ ἐγὼ κίκλησκον ἐπειγόμενος Θεὸν ἄτῃ,
i': Οὐρανόθεν Βασιλῆος άρηγόνα χεῖρα βοήσας·
Εὐαγέος καλέοντας ἐμὸν θρόον ἔκλυε νηοῦ·
Φθόγγος ἐμὸς θύνειεν ές οἷςατα πιστὰ Θεοῖο.
Χθὼν βριαρὴ δεδόνητο, τρόμος δέ μιν ε’ἰλετο πᾶσαν·
Ἐκποθεν ἠλιϐάτων ὀρέων τετάρακτο θέμεθλα,
Θεσπέσιον τρομέοντα χόλον καὶ μῆνιν Ἀνακτος.
’Δθανάτου κοτέοντος ἀπείριτος ὄρνυτο καπνὸς
Καὶ πυρῖ λαμπόμενον Μάκαρος σθένος ὦρτο προσ-
[ώπου.
Ἀνθρακες ἐξ αὐτοῖο πυριφλεγέθοντες ἀνῆφθεν,
Οὐρανόθεν κατέπαλτο, πόλον φλογοειδέα κλίνας’
Ἀθανάτου πεφόρητο γνόφος παρά ποσσὶ Θεοῖο·
Ἐμϐεϐαὼς ὀχέεσσιν ἑοῖς πεπότητο χερουϐίμο
Ὶπτατο βυκτάων ἂνέμων πτερύγεσσιν ἀερθεὶς
Κευθόμενος κνέφαϊ· τὸ γὰρ ἢθελεν ἃλκαρ έλέσθαν
Ἀ μφί ἑ κυκλώουσαν ἀγακλέα θῆκε καλύπτρην,
Οἷάπερ αἰθερίης νεφέλης κεκρυμμένον ὕδωρ.
Ὠρμηθεν νεφέλαι σφετέρων ὑπὸ μαρμαρυγάωνο
’Άνθρακες ὀρνυμένοιο πυρὸς μίγνυντο χαλάζῃ.
Τῆμος ἐϐρόντησεν καὶ ἀπ’ οὐρανόθεν Θεὸς αὐτός.
Ἀθανάτῃ δ’ Ὕψιστος ἀπ’ αἰθέρος ἴαχεν αὐδῇ³
Θεσπεσίυις ἐκέδασεν ἐπιτροχόωσιν ὀϊστοῖς.
Ηάντες ἅμ’ ὠρίνθησαν ὑπ’ ἆστεροπῇσι θαμειαῖς’
Ὑδροτόκοι δ’ ἀνέτελλον άκηράσιοι τότε πηγαὶ,
Καὶ πάσης έρίϐωλα θεμείλια φαίνετο γαίης,
Ἀφθιτε· σὴν γὰρ ἅπαντα περιτρομέεσκεν ὁμοκλήν·
Πνεύματος ἐπτοίηντο τεοῦ τόσον ἆσθμα καὶ ὀργήν.
Οὐρανόθεν προέηκε, θοῶς δέ με ῥύσατ’ ἀνάγκης’
Ἐκ δὲ πολυσμαράγων με θοῶς προσέδεκτο ῥεέθρων
Ῥὐσεται έκ δηίων μ’, οἷσιν περιώσιος ἀλκὴ,
Ἀνδρῶν τ’ έχθομένων, ὅτι φέρτεροί εἰσιν ἐμεῖο.
Ἥπεδανῷ προῦτυψαν έν ¹ἤματι θωρηχθέντες,
Καί μευ Ἀναξ προμάχιζεν, ἐπεστήριξε δ’ ἐρωήν ν
Θαρσαλέον δ’ ἔστησεν ἐπ’ εὐρυχόροισιν ἀταρποῖς.
Ῥὐσεται ἐκ δηίων με, ἀτὰρ πυγέοντας ἐλέγξει,
Μισθὸν ἐπ’ εὐδικίῃ καὶ ἐπάξιον εὖχος (imitor
Ἦμετέρων τόδε κέρδος ἄκηρασίης παλαμάων,
Οὕνεκεν Ἀθανάτοιο φίλας έφύλαξα κελεύθους·

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.