PG 34, col. 453

ἐπικαθήμενος καὶ εὐθύνων. Ούτω καὶ ἐνταῦθα, αύ-
τὸς ἡνιοχεῖ καὶ ἆγει ὁδηγῶν τῷ Πνεύματι αὑτοῦ ⁸
οὑτως καὶ πορεύονται, ού κατά τό αὑτῶν θελημα
ὅτε βούλονται ἓν τῷ οὐρανῷ· καὶ ἐρριμμένου τοῦ
σώματος ἡνιοχεῖ καὶ ἐλαύνει ἓν τοῖς οὐρανοῖς τῷ
φρονήματι τὴν ψυχήν · καὶ πάλιν ὅτε βούλεται, ἔρ-
χεται ἕν τῷ σώματι καὶ τοῖς λογισμοῖς · ὅτε δὲ βού-
λεται εἰς τὰ πέρατα τῆς γῆς, καὶ ἀποκαλύψεις μυ-
στηρίων δείκνυσιν αὐτῇ. Ὠ τοῦ καλοῦ καὶ χρηστοῦ,
μόνου ἡνιόχου ἀληθινοῦι Ούτω δε καταξιωθήσονται
καὶ τὰ σώματα ἐν τῇ ἀναστάσει, τῆς ψυχῆς οὑτω
νῦν προδοξαζομίνης, καὶ τῷ Πνεύματι ἀνακιρνω- Β
μενη ς.
Δ’. Ὀτι δε οὑράνιον φῶς γίγνονται αἱ ψυχαὶ τῶν
δικὸιίων, αὐτὸς 6 Κύριος τοῖς ἀποστόλοις ἔλεγεν·
Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Αύτὸςγὰρ ἀπερ-
γασάμενος αὑτοὺς φῶς, δι’ αὐτῶν φωτίζεσθαι τόν
κόσμον προσέταξε ’καὶ, Ού καίουσι, φησὶ, λύχνον,
καὶ τιθέασιν ὑπὸ τὸν μόδιον, ἀλλ’ ἐπὶτὴν λυ-
χνίαν,καὶ λάμπει πᾶσι τοῖς ίνλτῇ οἰκίᾳ· οὑτω
λαμψάτω τό φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώ-
πων · ἀντὶ τοῦ, Μὴ κρύψατε τό δόμα ὅ ἐλάϐετε παρ’
ἕμοῡ, ἀλλά δότε πᾶσι τοῖς βουλομένοις· καὶ πάλιν·
'0 λύχνος τοῦ σώματος, ἐστὶν ὁ ὀφθαλμός.
Ἐάνῇ όὸφθαλμός σου φωτείνός, ὅλον τὸ σῶμά
σου πεφὼτισταιο εἰ δι ό ὀφθαλμός σου πονη-
ρός, ὅλον τό σῶμά σου σκοτεινὸν ἔσται. Εἰοῦν C
τό φῶς τό ἓν σοὶ, σκότος, τὸ σκότος πόσον;
Ὠσπερ γάρ τοῦ σώματος οἱ ὀφθαλμοὶ φῶς εἱσι, καὶ ἓπάν
οἰ ὀφθαλμοὶ ὑγιεῖς ὦσιν, ὅλον τό σῶμα πεφώτισται·
ἰπάν δε παρεμπέση τι καὶ σκοτισθῶσιν, ὅλον τὸ
σῶμα σκοτεινόν ἔστιν· οὑτως οἱ ἀπόστολοι, ὀφθαλμοὶ
καὶ φῶς ὅλου τοῦ κόσμου ἐτέθησαν. Ἔλεγεν οὖν αύ-
τοῖς παραγγέλλων ό Κύριος· Ἐὰν ὑμεῖς στῆτέ,
καὶμὴ παρατραπῆτε, φῶς ὄντες τοῦ κόσμου,
ἰδοὺ ὅλον τὸ σῶμα πεφώτισται τοῦ κόσμου.
Εἰ δὲ ὑμεῖς οἱ ὄντες φῶς σκοτισθῆτε, τὸ σκό-
τος πόσον, ὅ ἔστιν 6 κόσμος ; Φὼς οὖν γενόμενοιοὶ
ἀπόστολοι, φῶς διηκόνησαν τοῖς πιστεύσασι, τὰς δὲ
καρδίας αὐτῶν φωτίσαντες τῷ ἕπουρανίῳ τοῦ ΙΙνεύ-
ματος φωτὶ, ᾧπερ καὶ αὐτοὶ πεφωτισμένοι ἐτύγ-
χανον ο
D
ε’· Καὶ ἅλας αὐτοὶ ὑπάρχοντες ἤρτυον καὶ ἤλιζον
πᾶσαν ψυχὴν πιστεύουσαν τῷ ἅλατι τού ἁγίου Πνεύ-
ματος. Ἔλεγε γὰρ αὐτοῖς ό Κύριοςο Ὑμεῖς ἐστε
τὸ ἅλας τῆς γῆς, γῆν τὰς ψυχὰς τῶν ἀνθρώπων
καλῶν. Διηκόνησαν γὰρ ἂν ταῖς ψυχαῖς τῶν ἀνθρώ-
πων τό ἐπουράνιον οἶλας τοῦ Πνεύματος, ἀρτύσαντες
αὐτοὺς, καὶ ἀσήπτους καὶ ἀσινεῖς ἀπεργασάμενοι ἐκ
ποὶλῆς δυσωδίας. ’Ὥσπερ γὰρ κρέας, ἐὰν μὴ ἔχη
ἃλας, σίσηπται, καὶ πολλῆς δυσωδίας μεμέστωται,
ὥστε πάντας ἀποστρέφεσθαι ἐκ τῆς κακίστης ὀσμῆς .
καὶ σκώληκες ἕρπουσιν εἰς τὸ σεσηπός κρέας, καὶ
‘Matth. v, 14.
⁵ ibid. 15. 16.
οοτ Matth. v1,22, 23 ; Luc. ιι» 34-

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.