PG 34, col. 460

κακίας τοῦ σκότους εἰς τό φῶς τοῦ Χριστοῦ, καὶ
ἀναπαυθῆναι ἓν ζωῇ ὅλους αἰῶνας. ’Ὠσπερ γὰρ ἓν
σταδίῳ τὰ ἅρματα τρέχουσι καὶ προλαμϐάνον ἃμπο-
δίζει καὶ ἐπίχει καὶ κωλύει τό ἕτερον, τοῦ μή προ-
κόψαι, καὶ προλαϐεῖν εἰς νῖκος ⁹ οὓτως οἱ διαλογι-
σμοὶ τῆς ψυχῆς καὶ τῆς ἁμαρτίας τρίχουσινέντῷ
ἀνθρώπῳ · ἐὰν μεν τύχη προλαϐεῖν τὸν διαλογισμὸν
τῆς ἁμαρτίας, ἓμποδίζει καὶ ἀπέχει, καὶ κωλύει
τὴν ψυχὴν, τοῦ μὴ προσεγγίσαι τῷ Θεῷ, καὶ τὸ
κατ’ αὐτῆς νῖκος ἄρασθαι ’ὅπου δὲ αὐτὸς ὁ Κύριος
ἓπιϐαίνει καὶ ἡνιοχεῖ τὴν ψυχὴν, πάντοτε αὐτὸς νικᾷ,
ἡνιοχῶν καὶ ὁδηγῶν ἐπιστημόνως τό ἅρμα τῆς ψυ-
χῆς εἰς τὸ οὐράνιον καὶ ἔνθεον φρόνημα διὰ παντὸς.
Οὔτε γὰρ πολεμεῖ πρὸς τὴν κακίαν, ἀλλ’ αὐθέντης
καὶ ἐξουσιαστὴς τυγχάνων ἀεὶ, τὴν νίκην αὐτὸς ἔργά-
ζεται. Ἀγεται τοίνυν τὰ Χερουϐὶμ οὐχ ὃπου θέλουσι
πορεύεσθαι, ἀλλ’ ὅπου ὁ ἕπιϐεϐηκὼς καὶ ό ἡνιοχῶν ὁδ-
ηγεῖ, καὶ ὅπου θίλει αύτὸς, ἐκεῖ πορεύονται, καὶ αὐτὰ
βαστάζει. Χεὶρ γὰρ, φησιν, ἀνθρώπου ὑποκάτω
αὐτῶν ἦν. Ἀγονται αἱ ἅγιαι ψυχαὶ καὶ όδηγοῦνται
ύπό τοῦ ἡνιοχοῦντος Πνεύματος τοῦ Χριστοῦ, ὅπου βού-
λεται, ὅτε βούλεται, ἐν οὐρανίοις λογισμοῖς · ὅτε βούλε-
ται ἐν τῷ σώματι, ἔνθα βούλεται, ἐκεῖ αὐτῷ διακο-
νοῦσιν. Ὠσπερ γὰρ τοῦ πετεινοῦ οἱ πόδες τὰ πτερά
εἰσιν ι ούτω τὸ ούράνιον φῶς τοῦ ΙῙνεῦματος ἀναλαμ-
C ϐάνει τὰ πτερὰ τῶν λογισμῶν τῶν ἀξίων ψυχῆς, ὁδ-
ηγοῦν καὶ ἡνιοχοῦν ὡς οἶδεν αύτό.
1’. Σύ τοίνυν ὅταν ἀκούῃς ταῦτα, πρόσχες σεαυ-
τῷ, εἰ κέκτησαι ταῦτα ἕν ἔργῳ καὶ ἀληθείᾳ ἕν τῇ
ψυχῇ σου· ού γάρ εἰσιν ἁπλῶς λόγοι λαλούμενοιν
ἀλλ’ ἔργον ἀληθείας ἐστὶν ἒν τῇ ψυχῇ γιγνόμενον. Καὶ
εἰ ού κέκτησαι, ἀλλὰ πτωχέύεις ἐκ τῶν τηλικούτων
πνευματικῶν ἀγαθῶν, λύπην καὶ πένθος καὶ πόνον
ἀδιάλειπτον ὀφείλεις ἔχειν · ὡς ἀκμὴν νεκρὸς ὧν ἀπὸ
τῆς βασιλείας, καὶ ὡς τραυματίας, ἀεὶ βόα πρὸς τὸν
Κύριον, καὶ αἴτει πιστῶς, ἶνα καὶ αὐτὸς ταύτης τῆς
ἀληθινῆς ζωῆς καταξιωθῇς. Ὠσπερ γὰρ τὸ σῶμα
τοῦτο ποιήσαςό Θεὸς, ούκ ἔκ τῆς αὑτοῦ φύσεως»
οὐδὲ ἐκ τοῦ σώματος ἔδωκεν αύτῷ ἔχειν τὴν ζωὴν)
τὴν βρῶσιν, καὶ τὴν πόσιν, καὶ τὰ ἕνδύματα καὶ τὰ
ὑποδήματα, ἀλλά πᾶσαν τὴν οἰκονομίαν τῆς ζωῆς
ἔξωθεν ἔδωκεν ἔχειν, αύτό καθ’ ἑαυτό τὸ σῶμα
γυμνόν ποιήσας, καὶ χωρὶς τῶν ἔξωθεν τοῦ σώματος
ὄντων ζῆσαι τὸ σῶμα ἀδύνατον, τοῦτ’ ἕστε» χωρίς
βρώσεως καὶ πόσεως, καὶ ἐνδυμάτων ⁸ ἐὰν δι εἰς τήν
ἑαυτοῦ φύσιν μόνον στῇ, μηδὲν τῶν ἔξωθεν προσλοι⁴
ϐὰν, διαφθείρεται καὶ ἀπόλλυται ' τόν αὐτὸν τρόπον
καὶψυχὴ ἡ μὴ ἔχουσα φῶς θεῖον, κτισθεῖσα δὲ
εἰκόνα Θέοῦ ' οὕτως γὰρ αὐτὴν ᾠκονόμησε καὶ εύδῗ’
κησεν ἔχειν τὴν αἰώνιον ζωήν ⁶ ούκ ἐκ τῆς ἰδίαςήξν·
σεως, ἀλλ’ ἐκ τῆς ἑαυτοῦ θεότητος, ἐκ τοῦ ιδιοξδ
πνεύματος, ἔκ τοῦ ἰδίου φωτός, ἔχει βρῶσιν καί πο·

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.