PG 34, col. 468

γένηται κατὰ χάριν. Καὶ ὥσπερ ἡ βασιλεία τοῦ
σκότους καὶ ἡ ἁμαρτία κέκρυπται εἰς τὴν ψυχὴν
ἕως ἡμέρας τῆς ἀναστάσεως, ὅταν xui αύτό τὸ σῶμα
τῶν ἁμαρτωλῶν τῷ σκότει καλυφθῇ τῷ ἀπὸ τοῦ νῦν
κεκρυμμένῳ εἰς τὴν ψυχήν · οὕτω καὶ ἠ βασιλεία
τοῦ φωτὸς, καὶ ἡ ἐπουράνιος εἰκὼν Ἰησοῦς Χριστός
μυστικῶς νῦν τὴν ψυχὴν φωτίζει, καὶ βασιλεύει εἰς
κεκρυμμένος δι ἀπὸ τῶν
τὴν ψυχῆν τῶν ἁγίων ·
ὀφθαλμῶν τῶν ἀνθρώπων, μόνοις ἐστὶ Χριστὸς τοῖς
τῆς ψυχῆς ὀφθαλμοῖς θεωρούμενος ἐν ἀληθείᾳ ἕως
Β ἡμέρας τῆς ἀναστάσεως, ὅτε xui αὐτὸ τὸ σῶμα
καλυφθήσεται καὶ δοξασθήσεται τῷ τοῦ Κυρίου φωτὶ,
τῷ ὄντι ἀπὸ τοῦ νῦν ἓν τῷ ἀνθρώπῳ εἰς τὴν ψυχὴν,
ἳνα καὶ αύτό τὸ σῶμα συμϐασιλεύσῃ τῇ ψυχῇ, τῇ
ἀπὸ τοῦ νῦν λαμϐανούσῃ τὴν βασιλείαν τοῦ Χριστοῦ,
ἀναπαυομένη καὶ φωτιζομένῃ φωτὶ αἰωνίῳ. Δόξα
τοῖς οἰκτιρμοίς xui τῇ εύσπλαγχνίᾳ αὐτοῦ, ὃτι ἐλεεῖ
OMIAIA Γ.
Ὀτι οἱ ,ἀδελφοὶ ἄν εἱλικρινείᾳ, ἐν dispend-
τητει έν ἀγάπῃ,,καὶ εἰρήνῃ-μετ’ ἀλῌλῆἳλω]
συνδιάγειν, xui ἐν τοίςίέσωλογισμοῖς ἀγῶ·
να καὶ πόλεμον ποιεῖν ὀφείλουσιν.
A'. Οἱ ἀδελφοὶ ὀφείλουσιν ἓν ἀγάπῃ πολλῆ συνεὶ-
ναι ἀλλήλοις, εἴτε εὔχονται, εἴτε ἀναγινώσκουσι τὰς
Γραφὰς, εἴτε ἔργον τι ποιοῦσιν, ἵνα ἔχωσι τόν θεμέ-
λιον τῆς ἀγάπης πρὸς ἀλλήλους’ καὶ οὕτως δύναται
εὐδοκία γενέσθαι εἱς ἐκείνας τὰς προαιρέσεις, καὶ
οἱ εὐχόμενοι, καὶ οἱ ἀναγινώσκοντες, xui οἱ ἑργαξά·
μενοι, πάντες δύνανται ἐν ἀκεραιότητι καὶ ἁπλότητι
διάγοντες μετ’ ἀλλήλων ὠφεληθῆναι. Τί γὰρ γέγρα·
πται, Γενηθήτω τό θέλημά σου ὡς ἐν οὐρανῷ
καὶ ἐπὶ τῆ ς γῆς; ἱνα ὃν τρόπον οἱ ἐν οὐρανοῖς ἅγγε-
λοι σύνεισιν ἀλλήλοις, ἐν ὁμονοίᾳ πολλῇ, ἐν εἰρήνῃ καί
ἀγάπη διάγοντες, xui οὐκ ἔστιν ἐκεῖ ἔπαρσις,ἦ φθά·
νος · ἀλλ’ ἐν ἀγάπῃ καὶ εἰλικρινείᾳ μετ’ ἀλλήλων
εἰσὶν, οὕτως ἱνα xui οἱ ἀδελφοὶ ὦσι μετ’ ἀλλήλωνο
Συμϐαίνει τινὰς εἶναι τριάκοντα ὑπό τὸ ἓν, ὅλην τὴν
ἡμέραν καὶ τὴν νύκτα ού δύνανται προσκαρτερεῖν
τινες μὲν αὐτῶν σχολάζουσι τῇ εὐχῇ ὧρας ἒξ»
xui βούλονται ἀναγνῶναι · α’λλοι δὲ προθύμως δια-
κονοῦσιν, οἰλλοι δ’ ἑξ αὐτῶν ἐργάζονταί τι ἔργον.
Β’. Ὀφείλουσιν οὖν οἱ ἀδελφοὶ, εἶ τι ποιοῦσι, εν
ἀγάπῃ καὶ χαρᾷ εἶναι μετ’ ἀλλήλων · καὶ ὁ ἔργειξρ-
μενος περὶτοῦ εὐχομένου οὕτω λεγέτω, ὅτι Ὄν ὁ ἀ δελ⁶
φός μου κτᾶται θησαυρὸς, ἐπεὶ κοινός ἔστιν,
κάγὼ ἔχω. Καὶ ό εὐχόμενος περὶ τοῦ ἀναγινώσκοντος
οὕτω λεγέτω, ὃτι Ὃ ἐκεῖνος ὠφελεῖται εἰς “ii:
ἀνάγνωσιν, εἰς ἐμὸν προσχωρεί κέρδος. Xa”
ἐργαζόμενος αὖθις τοῦτο λεγέτω, ὅτι Τὴν διακονίαν
ἢν ποιῶ, κοινὴ ἐστιν ὠφέλεια. ὨσπερὛάρ
τὰ μέλη τοῦ σώματος πολλά ὄντα ἓν ἔστι σῶμα, καί

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.