PG 34, col. 473

B’. ⁴Ὠσπερ γὰρ τὸ σῶμα ἔχει ὁδηγὸν τόν ὀφθαλμόν,
καὶ αὐτὸς ὀρῶν ὅλον ὁδηγεῖ τὸ σῶμα εἰς εὐθύτητα '
ὑπόθου δέ μοι διίρχεσθαί τινα διά τόπων ὑλωδῶν,
καὶ ἀκανθῶν πεπληρωμένων καὶ βορϐόρων, ἔνθα
xui πῦρ ἀναϐάλλει, xui ξίφη παραπεπὴγασι, κρημνοί
τε καὶ ὑδάτων πλήθη ἐκεῖ τυγχάνειι τὸ λοιπὸν ό
γοργὸς xui σπουδαῖος καὶ ἀκίνητος, ἔχων τὸν ὀφθαλ-
μόν ὁδηγὸν, πάνυ προσεχόντως παρέρχεται τοὺς
χαλεποὺς ἐκείνους τόπους, συνέχων πανταχόθεν
χερσὶ καὶ ποσὶ τὸν χιτῶνα ἑαυτοῦ, ἵνα μὴ ἓν ταῖς
ὖλαις καὶ ἀκάνθαις περισχισθῇ, ἤ ἀπὸ τοῦ βορϐόρου
ἀφανισθῇ, ἦ ὑπὸ ξίφους διακοπῇ. Καὶ ὁ ὀφθαλμὸς
ὅλον ὁδηγεῖ τὸ σῶμα, φῶς ὧν αὐτοῦ, ἶνα μὴ κρημνοῖς
καταρραγῇ, ἦ ὕδασι καταποντισθῇ, ἦ τινι χαλεπῷ
καταϐλαϐᾗ. Ὀ οὕτω γοργὸς καὶ συνετὸς, καὶ μετά
πάσης νήψεως παρερχόμενος συσφίγγων τὸν χιτῶνα
αὐτοῦ, ὑπὸ τοῦ ὀφθαλμοῦ εὐθέως ὁδηγούμενος, φυ-
λάσσει xui ἑαυτὸν ἀϐλαϐῆ, καὶ τόν χιτῶνα τοῦ ἐνδύ-
ματος αὗτοῦ ἄκαυστον καὶ ἄσχιστον διατηρεῖ. Ἐὰν
δέ τις ἀργὸς καὶ ὀκνηρὸς, καὶ ῥάθυμος, καὶ βαρὺς,
καὶ χαῦνος, διά τῶν τοιούτων παρερχόμενος τόπων,
περιῤῥέων ὁ χιτὼν αὐτοῦ ἔνθεν καὶ ἔνθεν, εἰς τὰς
ὕλας καὶ ἀκάνθας περισχίζεται, ἣ ὑπό τοῦ πυρὸς
κατακαίεται, διὰ τὸ μὴ συνέχειν πάντοθεν ἀνδρείως
τό ἔνδυμα· ἤ ὑπὸ τῶν παραπεπηγμένων ξιφῶν
παρακόπτεται, ἣ ὑπό τοῦ βορϐόρου σπιλοῦται, καὶ
ἀπαξαπλῶς τάχιον καταφθείρει τόν καλὸν καὶ και-
νὸν τοῦ ἐνδύματος χιτῶνα, διὰ τὴν ἀπροσεξίαν, καὶ
χαυνότητα, καὶ ὀκνηρίαν αὐτοῦ ·
εἰς φάραγγα πεσεῖται, ἢ ἓν τοῖς ὕδασικαταποντισθὴσεται.
Γ’. Τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ φοροῦσα ὥσπερ
χιτῶνα καλὸν τό ἔνδυμα τοῦ σώματος, ἔχουσα δ ιακρι-
τικὸν μελος εὐθύνον ὅλην τὴν ψυχὴν μετὰ τοῦ σώμα-
τος, παρερχομένην διὰ τῶν ὑλῶν καὶ ἀκανθῶν τοῦ
βίου, καὶ βορϐόρου, καὶ πυρὸς, καὶ κρημνῶν, τοῦτ’
ἔστιν ἐπιθυμιῶν, καὶ ἡδονῶν, xui τῶν λοιπῶν ἀτό-
πων τοῦ αἰῶνος τούτου, πάντοθεν ὀφείλει μετὰ νή-
ψεως, καὶ ἀνδρίας, καὶ σπουδῆς, καὶ προσοχῆς
συσφίγγειν xui φυλάσσειν ἑαυτὴν, xui τὸν χιτῶνα
τοῦ σώματος, μὴ που περισχισθῇ ἐν ταῖς τοῦ κόσμου
ὕλαις καὶ ἀκάνθαις, μεριμνῶν, καὶ ἀσχολιῶν, xui
περισπασμῶν γηῖνων ⁶ καὶ ὑπὸ τοῦ πυρὸς τῆς ἐπι-
θυμίας κατακαυθῇ ’ οἷον ἐνδεδυμένη τὸν ὀφθαλμόν
ἀποστρέφει, τοῦ μὴ ἰδεῖν πονηρά⁶ τό οὖς ὁμοίως
ἀποστρέφει, τοῦ μὴ ἀκούειν καταλαλιάν. Τὴν γλῶσ-
σαν του μὴ λάλεῑν μάταια⁹ χεῖρας xui πόδας ἀπὸ
ἐπιτηδευμάτων κακῶν. Ἔχει γὰρ θὲλημα ἡ ψυχὴ
τοῦ ἀποστρέψαι xui κωλῦσαι τὰ μέλη τοῦ σώματος
ἀπὸ κακίστων θεαμάτων καὶ ἀκοῆς πονηρᾶς, xui
αἰσχρᾶς, καὶ λόγων ἀπρεπῶν, καὶ ἐπιτηδευμάτων
κο σμικῶν καὶ πονηρῶν;
Δ’. Ἀποστρίφει δὴ xui ἑαυτὴν ἡ ψυχὴ ὑπὸ ῥεμϐα-
σμῶν πονηρῶν, φυλάττουσα τὴν καρδίαν, τοῦ μὴ ῥέμ-
ϐεσθαι ἐν τῷ κοσμῳ τά μίλη τῶν λογισμῶν αὐτῆς ·
καὶ οὕτως ἀγωνιζομένη, καὶ σπουδάζουσα, καὶ συν-

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.