PG 41, col. 172

κασιν, ἀλλ’ ἑαυτοῖς ὲτύπωσαν σεϐάσματα δικαιώμα-
τος τῆς νομοθεσίας.
Φαρισαῖοι ,’ έρμηνευόμενοι ἁφωρισμένοι, οί τὸ
ἀκρότατον βιοῦντες, καὶ δῆθεν τῶν¹ ἄλλων δοκιμώτε-
ροιο παρ’ οἷς καὶ νεκρῶν ανάστασίις, ὡς κα)⁸ παρὰ
τοῖς Γραμματεῦσι, καὶ περὶ ἀγγέλων, καὶ Πνεύο
ματος ἁγίου, ὄτι ἔστι, συγκατάθεσις, πολιτεία τε
διάφορος, ἐγκράτεια ἓως χρόνου, καὶ παρθένια· νη-
στεία δὲ δὶς τοῦ ξαϐόάτου, ξεστῶν καθαρισμοὶ, καὶ
πινάκων καὶ ποτηρίων, ὡς «καὶ οί Γραμματεῖς, ἀπο-
ῑεκατώσεις, καὶ ἀπαρχαὶ, καὶ ὲνδελεχεῖς εὐχαὶ, καὶ
σχήματα ὲθελοθρησκευτικὰ τῆς ένδυμελνίας, διάτοι
τῆς ἀμπεχόνης, καὶ τῶν δαλματικῶν, ἢ τῶν κολο-
ϐίων, καὶ πλατυσμοῦ τῶν φυλακτηρίων, τουτέστι
σημάτων τῆς πορφύρας, καὶ κρασπέδων, καὶ ροῒσκων
ἐπὶ τὰ πτερύγια τῆς ἀμπεχόνης, ἅτινα ταῦτα ὲτύγ-
χανε σημεῖα τῆς παρ’ αὐτοῖς ἕως καιροῦ ἐγκρατείας,
οἳ καὶ παρεισέφερον γένεσιν καὶ εἱμαρμένην.
Σαδδουκαῖοι, οἱ ἒρμηνευόμενοι δικαιότατοι, οἳ ἐκ
γένους μὲν ἦσαν Σαμαρειτῶν όμοῦ καὶ ίερέως Σαδοὺκ
ὀνόματος, νεκρῶν μὲν ἀνάστασιν ἀρνούμενοι, καὶ μὴ
παραδεχόμενοι ἄγγελον μήτε πνεῦμα· τὰ δὲ πάντα
ὄντες Ἰουδαῖοι. ε ”
Ἦμεροϐαπτισταί. Οὗτοι μὲν κατὰ πάντα Ἰουδαῖοι
ἦσαν· ἔφασκον δὲ μηδένα ζωῆς τυγχάνειν αίωνίου, εἰ
μή τι ἂν καθ’ ἑκάστην βαπτίζοιτο. ,
’Oacqvol, οἳ δὴ ὶταμώτατοι ἑρμηνεύονται. Ἦσαν
δὲ οὗτοι τὰ πάντα κατὰ νόμον τελοῦντες. Ἐχρῶντο δὲ
καὶ Γραφαῖς ἑτέραις μετὰ τὸν νόμον. Τοὺς δὲ πλείους
τῶν μετέπειτα προφητῶν ἁπεϐἀλλοντο.
Νασαραῖοι , έρμηνευόμενοι ἀφανισταί ί. Πᾶσαν
σαρκοφαγίαν ἀπαγορεύουσιν· ἐμψύχων οὐδ’ ὅλως
μεταλαμϐάνουσιν· ἄχρι δὲ Μωῦσέως, καὶ Ἰησοῦ
τοῦ Ναυῆ τοῖς ὲν τῇ Πεντατεύχῳ ἁγίοις ὀνόμασι
πατριαρχῶν κεχρημένοι τε καὶ πιστεύοντεςο φημὶ
δὲ Ἀϐραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼϐ, καὶ τῶν
ἀνωτάτω, καὶ αὑτοῦ Μωῦσέως, καὶ Ἀαρὼν, καὶ
Ἰησοῦ. Τὰς δὲ τῆς Πεντατεύχου γραφὰς οὐκ εἷναι
Μωῦσέως δογματίζουσιν, ἄλλας δὲ παρ’ αὐτὰς ἔχειν
διαϐεϐαιοῦνται.
Ἦρωδιανοὶ, οἳ Ἰουδαῖοι μὲν ἦσαν κατὰ πάντα,
Ἡρώδην δὲ Χριστὸν προσεδόκων, καὶ τούτῳ τὸ τοῦ
Χριστοῦ ἀπεδίδοσαν γέρας καί¹ ὄνομα.
Οὗτος ό πρῶτος τόμος, περιέχων κατὰ πασῶν τῶν
εἴκοσι τούτων αἱρέσεων. Ἐν αὐτῷ δὲ καὶ ἡ περὶτῆς
Χριστοῦ ένδημίας ὑπόθεσις, καὶ ἡ τῆς ἀληθείας ὁμο-
. λογία. ³

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.