PG 41, col. 264

Ἄρτεμιν, έν Σούσοις διαπεφευγέναι ὄλεθρον Θανάτου
ἐπὶ Δαρείου τοῦ βασιλέωςο ὥστε εἶναι αὑτοῦ τὰ
πάντα ψευδῆ καὶ μάταια. Οὗτος μὲν οὖν ἄνω συν-
ἧπται τῇ προειρημένῃ αἱρέσει τῇ τῶν Ὀσσηνῶν
καλουμένῃ, ἧς ἔτι λείψανα καὶ δεῦρο ὑπάρχει ὲν τῇ
αὑτῇ Ναϐατίτιδι γῇ, τῇ καὶ Περαίᾳ πρὸς τῇ Μωα-
ϐίτιδι · ὅπερ γένος νυνὶ Σεμψέων ⁸ καλεῖται. Φαντά-ἶ
ζονται δὲ δῆθεν καλεῖν τοῦτον δύναμιν ἀποκεκαλυμυ
μένην, διὰ τὸ Ἰὴλ καλεῖσθαι (19) δύναμιν, Ξαῖ δὲ
κεκαλυμμένον. Ἦλέγχθη δὲ τὸ πᾶν τοῦ ἐπιτηδεύ-
ματος φρύαγμα, καὶ εἰς μεγάλην αἰσχύνην ὑπέπεσε
παρὰ τοῖς δυναμένοις τά ἀληθῆ κατανοεῖν τε καῖ
ἀκριϐοῦν. Ἔτι γὰρ καὶ δεῦρο ἀπὸ τῶν ἡμερῶν Κωνά
σταντίου τε καὶ τῶν νῦν βασιλέων σαφῶς ἐλέγχονταιε
Ἕως μὲν γὰρ Κωνσταντίου, ὲκ τοῦ γένους αὑτοῦ
Μαρθοῦς τις καὶ⁵ Μαρθάνα δύο ἀδελφαὶ ἐν τῇ αὑτῶν
χώρᾳ ἀντὶ Θεῶν προσεκυνοῦντο, ὅτι δῆθεν ὲκ τοῦ
σπέρματος τοῦ προειρημένου Ἥλξαῖ ὑπῆρχον. Τέτ
θνηκε δὲή Μαρθοῦς πρὸ ὀλίγου τοῦ χρόνου. Μαρ-
θόινα δὲ εἰς ἔτι δεῦρο ὑπῆρχεν ὧν καὶ τά πτύσματα,
καὶ τὰ ἄλλα τοῦ σώματος ρύπη ἀπεφέροντο οί πε-
πλανημένοι αἱρετιδῖοὶ έν ἐκείνη τῇ χώρα, δῆθεν πρὸς
ἀλέξησιν νοσημάτων. Οὑ μὴν ἐνήργουν. Ἀλλὰ τὸ
πεπλανημένον σοόα ρὸν ἀεὶ, καὶ πρὸς ἀπάτην ἓτοι μον.
Τυφλὸν γὰρ ἡ κακία, καὶ ἀσύνετον ἡ πλάνη. Καὶ
ἓως ποῦ κατατρίόομαι τὰ περὶ τοῦ γόητος τούτου
φθεγγόμενος, ὅσα τε κατὰ τῆς ἀληθείαςκατεψεύ·
σατο;
I". Πρῶτον μὲν διδάσκων ἁπαρνησιθεῒαν, καθ’
ὑπόκρισιν βδελυρῶν θυσιῶν τῆς εἰδωλολατρείας μετ-
ἐχειν λέγων’ ἔπειτα δὲ ἀπατῶν τοὺς ἀκούοντας ἀρνεῖ-
σθαι τὴν ἰδίαν πίστιν στόματι, καὶ μὴ ἔχειν ἁμαρτίαν
φάσκων · ὡς εἶναι ἀθεράπευτον τὸ αὐτῶν πάθος, καὶ
μὴ δυνάμενον διορθωθῆναι. Εί γὰρ τὸ στόμα τὸ
ὁμολογοῦν τὴν ἀλήθειαν προετοιμάζεται είς ψεῦδος,
ἆρά γε τίς αὐτοῖς ἐμπιστεύσειε τὴν καρδίαν μὴ ἔχειν
ὴπατημένην; όπότε διαρρήδην ἑκφάσκων ὁ θεῖος λό-
γος ὲν Πνεύματι ἁγίῳ διδάσκων, ’Ότι καρδίᾳ πι-
στεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖ-
rm εἷς σωτηρίαν. Ἀλλά καὶ πάλιν δῆθεν Χρισ
στὸν ὀνόματι ὁμολογεῖ, λέγων, ὅτι Χριστὸς ὁ μέγας
βασιλεὺς, οὑ μὴν πάνυ γε κατείληφα ὲκ τῆς αὑτοῦ
δολερᾶς καὶ παραπεποιημένης συντάξεως τῆς βίϐλου
τῆς αὑτοῦ ληρωδίας, εί περὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ
Χριστοῦ ὑφηγήσατο. Οὑτε γὰρ τοῦτο ὁρίζειο Χριστὸν
δὲ ἁπλῶς λέγει, ὡς ἐξ ὧν ιατειλήφαμέν τινα ἕτερον
σημαίνων ἢ προσδοκῶν· κωλύει γάρ εἰς ἀνατολὰς
εὔξασθαι, φάσκων μὴ δεῖν προσέχειν οὕτως’ ἐπὶ τὰ
Ἰεροσόλυμα δὲ ἔχειν τὸ πρόσωπον ἐκ πάντων τῶν
μερῶν, τοὺς μὲν ἀπ’ ἀνατολῶν εἰς δύσιν προσέχειν
t sunt to: ἥκῃ, \‘i-l τις), t-irlus abscondita.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.