PG 41, col. 656

Κορέ · καὶ οὗτοι, φασὶν, είισὶ τῆς τελείας xal. ἀνωθεν
γνῶσεως. Διὸ καί τόν ποιητὴν τοῦ κόσμου τούτόυ
φησὶ, περὶ τὴν τούτων ἀνάλυσιν ἑσχολακότα, μηδὲν
δεδυνῆσθαι αὐτοὺς βλάψαι. Ἐκρύϐησαν γὰρ ἀπ’ αὐτοῦ
καὶ μετεϐλήθησαν εἰς τὸν ἀνω Δίῶνα, ὅθεν ἡ ἰσχυρά
δύναμίς ἑστι. Πρὸς ἑαυτὴν γὰρ ἡ Σοφία αὐτοὺς
προσήκατο, ίδίους αὐτῆς όντας. Kal τούτου ἕνεκεν
τδν“’ἰούδαν ἀκριϐῶς τὰ περὶ τούτων ἐπεγνωκέναι
λέγουσι. Kal. τοῦτον γὰρ θέλουσιν εἶναι συγγενῆ
ἑαυτῶν, νκαὶ ἑν γνώσεως ὑπερϐολῇ τὸν αὐτὸν κατ-
αριθμοῦσιν.⁹Ωστε καὶ συνταγμάτιόν τι φέρειν ἑξ ὀνό-
pato; αὑτοῦ, ὃ Εύαγγέλιον τοῦ Ἰούδα-καλοῦσι. Kal.
ἄλλα τινά συγγράμματα ὡσαύτως πλάττονται κατά
τῆς ’Υστέρας ο ἢν ’Υστέραν τὸν ποιητὴν τοῦ παντθις
τούτου τοῦ κύτους, ούρανοῦ τε καί γῆς, καλοῦσι.
Καί μὴ δύνασθαί φασι σωθήσεσθαί τινα, ἑὰν μὴ διά
πάντων χωρήσωσιν, ὡς καὶ ό Καρποκράτης λέγει.
B'. Ἕκαστος γάρ αὐτῶν δῆθεν ea τὴν πρόφασιν
ταύτην ἄρρητα ποιῶν, ’καὶ αἰσχρουργίας ἐπιτελῶν,
ἀμαρτή ματά τε ὃσα ἐστὶ πράττων, ἐπικαλεῖται ἑκᾶο
στου ἀγγέλου όνομα, τῶν τε ὄντων ἀγγέλων, καὶ
τῶν παρ’ αὐτοῖς πλαστῶς λεγομένων· καὶ ἑκάστου ⁸
τούτων προσάπτει τι ἔργον ἀθέμιτον τῶν ἐπὶ τῆς
ἁμαρτημάτων, τὴν πρᾶξιν τὴν ἰδίαν ei; ὄνομα οὗ
βούλεται ἀγγέλου ἀναφέρων. Kal. ὅταν ταῦτα πράτ-
τωσιν, οὕτω λέγουσιν· Ὁ δεῖνα ἄγγελε, καταχρῶ-
’μαί σου τδ ἔργον· ἡ δεῖνα ἑξουσία, πράττω σου
τὴν πρᾶξιν. Kal. τοῦτο γνῶσις τελεία παρ’ αὐτοῖς
ἑστι λεγόμενον ° ἐπειδὴ ἀδεῶς ἐπὶ τὰς ἀθεμίτους
αἰσχρουργίας όρμᾷν τὰς προφάσεις δῆθεν ἀπὸ τῶν
προειρημένων μητέρων καὶ πατέρων αἱρέσεων, φημὶ
Γνωστικῶν καὶ Νικολάου, καὶ τῶν σὺν αὐτοῖς Ozia-
λεντίνου τε καὶ Καρποκράτους, ἐσχήκασιν.
Ἤδη δὲ διῆλθεν εἰς ἡμᾶς καὶ βιϐλίον, ἑν ᾧ ἐπλά-
σαντο ῥήματά τινα ἀνομίας πλήρη, οὕτω, περιέχον ·
ὅτι, φησὶν, Οὗτός ἑστιν ό ἄγγελος ό τὸν Μωῦσέα
τυφλώσας, καὶ οὗτοί εἰσιν οἰ ἄγγελοι οἰ τοὺς περὶ
Κορὲ, xal. Δαθάν, καὶ Ἀϐειρὼν κρύψαντες, καὶ με·
ταστήσαντες. Πάλιν δὲ ἄλλο συνταγμάτων πλάττου-
σιν ἑξ ὀνόματος Παύλου τοῦ ἀποστόλου, ἀρῤητουρ-
γίας ἔμπλεων, ᾧ καὶ οἰ Γνωστικοὶ λεγόμενοι χρῶνο
ται, ὃ ’Δναϐατικὸν Παύλου καλοῦσι, τὴν πρόφασιν
εὑρόντες ἀπὸ τοῦ λέγειν τὸν Ἀπόστολον ἀναϐεϐηκέ-
ναι ἑως τρίτου ούρανοῦ, καὶ ἀκηκοέναι ἄρρητα ῥή-
ματα, ἃ ούκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. ’Καὶ ταῦτα,
φασὶν, ἑστί τὰ ἄρρητα ῥήματα. Διδάσκουσι δὲ ταῦτα
καὶ τά τοιαῦτα, τοὺς πονηροὺς τιμῶντες, καὶ τοὺς
ἀγαθοὺς ἀπαγορεύοντες. Εἶναι γὰρ, ὡς προεῖπον,
τὸν Κάῖν τῆς ἰσχυροτέρας δυνάμεως, καὶ τὸν Ἀϐε).
τῆς ἀσθενεστέρας. Ταύτας δὲ τὰς δυνάμεις τῇ EG;

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.