PG 41, col. 684

τὸν φύσει διάϐολον μιμησάμενος τοῖς τρόποις , υίὸς
αύτοῦ κατ’ ἀξίαν ἀνηγόρευται ὑπὸ τοῦ Σωτῆρος. ᾯ
γὰρ ἦττηταί τις , τούτῳ καὶ δεδούλωται. Καὶ ἡμῶν
δὲ ἕκαστος, ὁτιοῦν ἂν ἐπιτελέσῃ , τοὺς τοῦτο προτε-
τελεκότας πατέρας ἕξει μιμησάμενος. Σαφῶς τοίνυν
ἐφράσθη ἡ παρά τοῦ Κυρίου λεχθεῖσα ῥῆσις· ὅτι Ὑμεῖς
τέκνα ἐστὲ τοῦ διαϐόλου · καὶ πάλιν · Ὅταν .la-
λῇ τὸ ψεῦδος , ἐκ τῶν ίδίων λαίιεῖ- ὅτι ὁ πατὴρ
αὑτοῦ ψεύστης ἐστίν ο ἵνα εῐπῃ Ἰούδαν καὶ Κάῖν ·
εἶτα , Kal ’γὰρ ό πατὴρ αὑτοῦ ψεύστης ἐστίν.
ίνα εἴπῃ αὑτὸν τὸν διάϐολον , διὰ τὰ ὁμοίως πεπρα-
γματευμένα ἑκάστῳ τούτων. Ἐμπνεύσας γὰρ έν
ματι τοῦ ὄφεως , ψευδῆ πάντα λελάληκεν ό διάϐολοςσ
καὶ οὕτως τότε ἐξηπάτησε τὴν Εὕαν. Καὶ ἀνῄρηται
παρά τούτοις ἡ πεπλανημένη μυθοποιία. Κᾶν λέγει
1 Γραφὴ , ὡς ό Κάῖν ἀπέκτεινε τὸν ἀδελφὸν αὐτοῦ,
ὅτι ἐκ τοῦ διαϐόλου ἦν· ἐδείχθη γάρ παντάπασιν,
οὐχὶ διὰ τὸ τὴν Εὔαν ὲκ τοῦ σπέρματος τοῦ διαϐόλου
συλλαϐοῦσαν , ὡς -κατά συζυγίαν γάμου’ καὶ συν-
άφειαν σωμάτων γεγεννηκέναι τὸν Κάῖν καὶ τὸν Ἅϐελ,
ὡς τούτοις ἔδοξεν ο ἀλλά διά τὸ όμότροπον καὶ μί-
μημα τῆς τοῦ διαϐόλου κακοτροπίας υἱὸς αὑτοῦ
ἤκουσε.
Z'. Πάλιν δὲ λέγουσιν oi αὐτοὶ, τὸν Ἀδὰμ, συναφθέντα
τῇ Εῦᾳ τῇ ἰδίᾳ γαμετῇ, γεγεννηκέναι τὸν Σὴθ, φύσει
ίδιον αὐτοῦ υίόν. Καὶ τότε φασὶ τὴν ἀνω δύναμιν σὺν
τοῖς ὑπου ργοίς τοῦ ἀγαθοῦ Θεοῦ ἀγγέλοις καταϐεϐη-
κέναι, καὶ ήρπακέναι αὐτὸν τὸν Σὴθ, ὃν καὶ ἀλλογενῆ
καλοῦσι. Καὶ ἀνενηνοχεναι ἀνω που, καὶ ἀναθρέψαι
χρόνῳ ἱκανῷ, ἵνα μὴ ἀποκτανθῇ· καὶ μετά χρόνον
πολὺν κατενηνοχέναι είς τόνδε τὶν κόσμον, καὶ. πνευ-
ματικὸν ἀπεργάσασθαι αὑτὸν, καὶ⁵ σωματικὸν, εἰς
’ τὸ μὴ κατισχύειν τόν τε κατ’ αὐτοῦ ³, καὶ τὰς ἀλλας
ἐξουσίας, καὶ ἀρχὰς τοῦ κοσμοποιοῦ Θεοῦ. Μηκέτι
δὲ αὐτόν φασι λελατρευκέναι τῷ Ποιητῇ τε καὶ Δη-
μιου ργῷ, ἐπεγνωκέναι δὲ τὴν ἀκατονόμαστον δύναμιν,
καὶ τὸν ἄνω ἀγαθὸν Θεόν· τοῦτο λελατρευκέναι, καὶ
κατά τοῦ ποιητοῦ τοῦ κόσμου, καὶ ἀρχῶν, καὶ ἐξου-
σιῶν πολλά ἀποκεκαλυφέναι. ᾯ δὴ καὶ βίϐλους τινὰς
ὲξετύπωσαν είς ὄνομα αὐτοῦ τοῦ Σὴθ γεγραμμένας,
παρ’ αὑτοῦ αὐτὰς δεδόσθαι λέγοντες. ’Δλλας δὲ είς
ὄνομα αὐτοῦ, καὶ τῶν ἑπτὰ υἱῶν αὐτοῦ. Φασὶ γὰρ
αὐτὸν γεγεννηκέναι ὲπτά ἁλλογενεῖς καλουμένους,
ὡς καὶ ἐν ἄλλαις αἱρέσεσιν εἰρήκαμεν, Γνωστικῶν
φημι καὶ Σηθιανῶν. Οὗτοι δὲ καὶ ἀλλους προφήτας
φασὶν εἶναι, Μαρτιάδην τινὰ, καὶ Μαρσιανδν, ἁρπα-
γέντας είς τοὺς οὐρανοὺς, καὶ διὰ ἡμερῶν τριῶν κατα-
ϐεϐηκότας. Καὶ πολλά ἐστιν ἂ μυθοποιοῦντες πλει-
στῶς ὲκτυποῦσι βλάσφημά τε πλάττοντες κατά τοῦ
ὄντος Θεοῦ παντοκράτορος, Πατρὸς τοῦ Κυρίου ἡμῶν
Ἰησοῦ Χριστοῦ, ὡς ἄρχοντος ὄντος, καὶ πονηρίας
εὑρετοῦ, ὡς ἀπ’ αὐτῶν τῶν παρ’ αὐτοῖς λόγων ἀλί-
σκονται.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.