PG 41, col. 912

τέρας, οὕτε ὲξότου οὐρανὸς καὶὴ γῆ γεγένηται, οὔτε
ὲξότου ὁ κόσμος* ἀλλὰ Ἐν ἀρχῇ ἦν ό Λόγος, καὶ δ
Λόγος ἦν πρὸς τόν Θεὸν, καὶ Θεὸς ἦν ό Λόγος.
Πάντα δι’ αὑτοῦ ἐγένετο, καὶ χωρὶς αὑτοῦ ἐγένετο
οὐδὲ ἐν,.ὃ γέγονε, καὶ τὰ ἑξῆς. Kal ό Λόγος σὰρξ
ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ήμῖν, καὶ εἴδομεν αὑ-
τόν. Εἶτα· Ἐγένετο ἅνθρωπος ἀπεσταλμένος πα-
ρὰ Θεοῦ. ὄνομα αὐτῷ Ἰωάννης. Οὗτος ἦλθεν εἰς
μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτὸς, ἵνα
πάντες πιστεύσωσι δι’ αὐτοῦ. Οὐκ ἦν ἐκεῖνος τό
φῶς· ἀλλ’ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν
τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον
ἐρχόμενον είς τὸν κόσμον. Ἐν τῷ κόσμῳ ἦν, καὶ
ό κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ό κόσμος αὐτὸν
οὐκ ἔγνω. Εἰς τὰ ῖδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ
παρέλαϐον. Ὅσοι δὲ ἔλαϐον αὑτὸν, ἔδωκεν αὐτοῖς
ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι· οἲ οὐκ ἐξ αἱμά-
των καὶ σαρκὸς, ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ
ὁ Λόγος σὰρξ ἐγένετο, φησὶ, καὶ κατεσκήνωσεν
ἐν. ήμῖν. Ἰωάννης μαρτυρεῖ, καὶ κέκραγε λέγων·
II". Καὶ ὅτε διηγεῖται ταῦτα πάντα, λέγει· Ταῦτα
έν Βηθαὸαρᾷ (56) ἐγένετο. Ἐν ἄλλοις δὲ ἀντιγράφοις,
ὲν Βηθανίᾳ, πέραν τοῦ Ἰορδάνου. Καὶ μετὰ ταῦτα
δείκνυσιν, ὅτι εἶπον αὐτῷ oi ἀπὸ τοῦ Ἰωάννου μαθης-
ταί· Ῥαϐϐὶ, ποῦ μένεις; 'O δὲ εἶπε· Δεῦτε, καὶ
ἴδετε. Καὶ ἀπῆλθον, καὶ παρ’ αὐτῷ ἔμειναν τὴν
ἡμέραν ἐκείνην. Καὶ τῇ αὔριον, ὥρα ἦν ὡς δεκάτηο
ἦν Ἀνδρέας ό ἁδελφὸς Σίμωνος Πέτρου, εἷς ἐκ
τῶν δύο τῶν ἀκολουθησάντων αὐτῷ. Εὐρίσκει
οὗτος πρῶτος τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα, καὶ
λέγει αὐτῷ’ Εὑρήκαμεν Μεσσίαν, τὸν μεθερμη-
νευόμενον Χριστόν. Οὗτος ἤγαγεν αὑτὸν πρὸς
τὸν Ἰησοῦν. Ἐμϐλέψας δὲ αὐτῷ ό Ἰησοῦς, εἶπε·
Σὺ εἴ Σίμων υἱὸς Ἰωνᾶθ σὺ κληθήσῃ Κηφᾶς,
ὃ ἑρμηνεύεται Πέτρος. Τῇ ἐπαύριον ἠθέλησεν
ἐξελθεῖν είς τὴν Γαλιλαίαν, καὶ εἰιρίσκει Φίλιπ-
πον, καὶ λέγει αὐτῷ ὁ ἰησοῦςο Ἀκολούθει μοι.
Ἦν δὲ Φίλιππος ἀπὸ Βηθσαὶδᾶ, ἐκ τῆς πόλεως
Ἆνδρέου καὶ Πέτρου. Εὑρίσκει Φίλιππος τὸν
Ναθαναὴλ, καὶ λέγει αὐτῷ· Ὃν ἕῖὶραψε Μωθσῆς
ἐν τῷ νόμῳ, καὶ oi προφῆται, εὑρήκαμεν Ἰησοῦν
υἱόν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. Kal εἷπεν
αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν
εἷναι; Λέγει αὐτῷ ό Φίλιππος· Ἔρχου, ἴδε. Ἰδὼν
δὲ ὀ Ἰησοῦς,τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐ·
τὸν, λέγει περὶ αὐτοῦ· Ἴδε άληθῶς Ἰσραηλίτης,
ἐν ᾧ δόλος οὐκ ἐστιΪΛέγει αὐτῷ Ναθαναήλ³ Hd.
θεν με γινώσκεις; Ἀπεκρίθη Ἰησοῦς, καὶ εἶπεν
αὐτῷ· Πρό τοῦ σε Φίλιππον [somniant], ὄντα ὑπὸ
qure de hoe loco scripsere lipsius et Serrarius in
Iosue. Maldon. et Toletus in Evang.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.