PG 41, col. 916

Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον, καὶ λέγει
αὐτῷ ό Ἰησοῦς Ἀκολούθει μοι. Ἦν δὲ Φίλιππος
ἀπὸ Βηθσατδᾶ, ἐκ πόλεως Ἀνδρέου καὶ Πέτρου.
Καὶ ὁρᾷς, ὃτι τὸ διανοηθῆναι ἡμῖν δίδωσιν, ὅτι τῶν
δύο τῶν ἀκολουθησάντων μαθητευομένων μὲν τῷ
Ἰωάννῃ, ἐξ ὧν ἑνὸς τὸ ὄνομα εἴρηκεν, ὃτιῘΑνδρέας
ἦν, τοῦ δὲ ἀλλου οὐκ εἴρηκενο ὡς διανοεῖσθαι ἡμᾶς
τοῦτον εἶναι, οὗ τὸ ὄνομα οὐκ εἴρηκε, διά τὺ ὀμόχωρον,
διά τὺ σύσκηνον, διά τὸ ὁμότεχνον, διὰ τὸ όμοεργές·
ἢ τὸν Ἰωάννην εἶναι, ἢ τὸν Ἰάκωὸον, ἕνα τῶν υἱῶν
Ζεϐεδαίου. Ἔδει γάρ τούτους πρῶτον κληθῆναι·
ἔπειτα τὸν Φίλιππον, κατά τὴν ἀκολουθίαν, ὡς τέτα-
κταιὲν τοῖς Εὑαγγελίοις· Πέτρος πρῶτος, ἔπειτα ‘Av—
δρέας, εἶτα Ἰάκωϐος, εἶτα Ἰωάννηςσ μετὰ τούτους
Φίλιππος. Ἀλλά περὶ τούτων τά νῦν ὲάσθω λέγειν.
Πολλὴ γάρ ἐστιν ἠ τῆς πραγματείας ταύτης ἀκο-
λουθία.
lE'. Εἰς δὲ τὸ ζητούμενον ἀνακαμπτέον, ὅπερ ἐστὶ
κατανοῆσαι, ὅτι, καθάπερ τῷ Ἰωάννῃ ήδη μαθηο
τευόμενοι, καὶ τῇ μαθητείᾳ προσανέχοντες, (beati-.1»;
καὶ παρά τῷ Ἰησοῦ ποιήσαντες πρώτην ἡμέραν, τῇ
ἑξῆς ἀπελθόντες, πάλιν ὲν τῇ ἁλίᾳ ἐσχόλαζον, ὡς
ἔχουσιν αἱ ἀκολουθίαι τῶν ἐτέρων Εὐαγγελίων.
Μετά γὰρ τὸ τὴν αὔριον ἐξελθεῖν τὸν Ἰησοῦν, εὐθὺς
ὴ ἀκολουθία φάσκει, ὅτι Τῇ τρίτῃ ἡμέρᾳ .
ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας· καὶ ἦν ἐκεῖ ή
μήτηρ τοῦ Ἰησοῦ. Ἐκλήθη δὲ καὶ ό Ἰησοῦς καὶ
oi μαθηταὶ αὐτοῦ εὶς τὸν γάμον. ’Δπδ δὲ ἑκατέρων
τῶν τῆς λεπτολογίας ῥημάτων καὶ ὑποθέσεων ἰστέον
ἐστὶν, ὃτι καὶ ἑτέρους συμπαρείληφε μαθητὰς, οἵτι-
νες σὺν αὑτῷ ἔμειναν. Τάχα δὲ οἱ περὶ Ναθαναὴλ,
καὶ Φίλιππον, καὶ ἄλλοι τινές. Οἱ γάρ περὶ Ἀνδρέαν
ἀνεχώρησαν. Οἱ δὲ πα ρ’ αὐτῷ μεμενηκότες ἐκλήθησαν
καὶ αὐτοὶ εἰς τοὺς γάμους. Καὶ μετά τὸ ποιῆσαι
τοῦτο πρῶτον σημεῖον, κατελθὼν εἰς τά μέρη τῆς
Καφαρναοὺμ ἐλθὼν κατῴκησε* καὶ λοιπὸν σημεῖα
ἐκεῖ (58) ἄρχεται ἐργάζεσθαι ἔτερα· ὅτε τὴν τοῦ
ξηρὰν ἔχοντος χεῖρα ἰάσατο. Ἀλλά καὶ τὴν πενθεράν
τοῦ Πέτρου, τοῦ μὲν ἀπὸ Βηθσαῖδᾶ ὄντος, γήμαντος
δὲ ἀπὸ Καφαρναοὺμ, μακρὰν ³ ὄντων τῶν τόπων τοὺ·-
των τῷ διαστήματι, ταύτην ἀπὸ τοῦ πυρετοῦ διασώ-
ζει, καὶ θεραπευθείσα διηκόνει · ὥστε εἶναι ταύτην
ἀκολουθίαν. Καὶ μετά ταῦτα πάλιν αὑτοῦ ἀναστρὲ-
ψαντος εἰς τὴν Ναζαρὲτ, ὅπου ἦν ἀνατεθραμμένος.
Τότε ἀνέγνω τὸ βιϐλίον Ἡσαΐου τοῦ προφήτου, αὐτοῦ
λοιπὸν προλαϐόντος αὐτοὺς, καὶ λέγοντος, ὅτι Πάντως
ἐρεῖτέ μοι τὴν παραϐολήν · Ἰατρέ, θεράπευσον
or οὐ μακ ρ.
aridae manus restitutio. longe post prius illud Acon-
tigit, nimirum post Pasclia;:_secu_ndu_m quod per
sa'ta'cu'm discipulis transiit. _Sed de_ iis posteaad
n. XXVIIZ Imposuit Epiphanio multiplex ac di-
versus ad Capharnaum aditus Christi.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.