PG 42, col. 189

κληρικοὺς, ἐπισκόπους τε καὶ πρεσϐυτέρους, καὶ δια-
κόνους, καὶ ᾠκοδόμει ἐκκλησίας ἰδίας· καὶ ούτε οὗτοι
τούτοις ἐκοινώνουν, οὗτε ἐκεῖνοι τούτοις. Ἐπέγραφον
δὲ ἕκαστος ὲν τῇ ίδίᾳ ἐκκλησίᾳ, oi μὲν ἀπὸ τοῦ Πέ-
τρου διαδεξάμενοι, ἔχοντες τάς οὔσας ἀρχαίας ἐκκλη-
ςξας, ὅτι Ἐκκλησία καθολικη, oi δὲ ἀπὸ Μελητίου,
Ἐκκλησία μαρτύρων. Ὅθεν καὶ ἐν Ἐλευθεροπόλει,
καὶ ἐν Γάζῃ. καὶ ἐν Δίλίᾳ παρελθὼν ὁ αὐτὸς Μελήο
τιος πολλοὺς οὕτως ἐχειροτόνησε. Καὶ γέγονεν αὑτὸν
χρονοτριϐῆσαι ἐν τοῖς προειρημένοις μετάλλοις. Ἀλλὰ
μεταξὺ ἀπολύονται τῶν μετάλλων οί όμολογηταὶ, οῖ
τε τοῦ μέρους Πέτρου (ἦσαν γάρ ἔτι πολλοὶ), καὶ οί
τοῧ Μελητίου. Ούτε γὰρ ἐν τοῖς μετάλλοις ἀλλήλοις
ἐκοινώνουν, ἥ συνηύχοντο. Γίνεται δὲ τὸν Μελήτιον
ἔτι διατρίψας. ἐν κόσμῳ χρόνον, ὥστε συνακμάσαι
καὶ Ἀλεξάνδρῳ τῷ τοῦ Πέτρου διαδόχῳ, τὰ φίλα τε
ἔχειν· ἐμερίμνα τεῇτὰ περὶ τῆς Ἐκκλησίας καὶ πί-
στεως. Ἔφην γὰρ πολλάκις, ὅτι οὐδὲν εἶχε παρηλ-
λαγμένον.
Δ’. Αὐτὸς γὰρ οὗτος ό Μελήτιος, ἐν Ἀλεξανδρείᾳ
γενόμενος, κάκεῖσε διατρίϐων χρόνον, ἔχων ίδίαν τὴν
σύναξιν σὺν τοῖς ἰδίοις, τὸν Ἀρειον ἐφώρασεν ἀν-
ενέγκας ἐπὶ τὸν Ἀλέξανδρον. Ὠς ὲνηχήθη δὲ τὸν
’Δρειον ὲν ταῖς αὐτοῦ ἐξηγήσεσιν ἔξω τού προκει-
μένου τῆς πίστεως βεϐηκότα· ἦν γὰρ οὗτος ἐν Βαυ-
κάλῃ τῇ Ἐκκλησία οὕτω καλουμένῃ Ἀλεξανδρείας
πρεσϐύτερος. Καθ’ ἑκάστην γὰρ εἷς πρεσϐύτερός
ἐστιν ἀποτεταγμένος ο ἦσαν γὰρ πολλαὶ ἐκκλησίαι,
νῦν δὲ πλείους, καὶ αὐτῷ ἡ Ἐκκλησία ἐγκεχείριστο·
κᾶν τε ἄλλος σὺν αὐτῷ ἦν’ ὧν ἕνεκα γενόμενοι ἐν τῷ
τόπῳ λέξομεν κατά λεπτότητα, ὅτε χρεία περὶ τούτου
ἐσται· ἐπεὶ οὖν ἐφώρασε τὸν ’Ἄρειον σπουδαίως Ἀλέ-
ξανδρος, συγκαλέσας ἐπισκόπους καὶ σύνοδον, ἐζήτει
ἀξιῶν περὶ πίστεως, καὶ ἀπαιτῶν τὸν Ἀρειον ccepi.
τῆς ἐν αύτῷ ἐγκισσηθείσης λύμης τῆς κακοδοξίας. Ὀ
δὲ Ἀρειος ού μην ἠρνήσατο, ἀλλά καὶ μετά τετριμ-
μένου προσώπου, ώς εἶχεν, οὕτως ἀπεκρίνατο. Καὶ
ἐξεοί μὲν Ἀλέξανδρος αὐτὸν τῆς Ἐκκλησίαςο ἐξεοῦ·
ται δὲ ἅμα αὐτῷ πλῆθος πολὺ, oi ἀπ’ αὑτοῦ κεχραμ-
μένοι, παρθενευουσῶν καὶ ἀλλων κληρικῶν. '0 δὲ
Ἄρειος, ἀποδράσας, ἐπὶ τὴν Παλαιστίνων στέλλεται
την πορείαν. Ἐν Νικομηδείᾳ δὲ ἀνελθὼν, κάκεῖθεν,
γράψας ἐπιστολὰς Ἀλεξάνδρῳ, ούχ ὑπερέϐαινε τῆς
αὑτοῦ κακοδοξίας τὴν μανιώδη διάνοιαν. ’Δλλά με·
ταξύ ὀλίγου τοῦ χρόνου, τοῦ αὐτού Ἀλεξάνδρου τού
ἁγίου ἐπισκόπου Ἀλεξανδρείας ἐπιμελησαμένου, καὶ
κινήσαντος τὸν μακάριον Κωνσταντῖνον, συνεκρότησε
σύνοδον ἐν τῇ Νικαίᾳ τῇ πόλει. Καὶ ἀναθεματίζεται
μὲν ὴ Ἀρείου αἵρεσις, μετά τὸ ἀποθανεῖν αὐτόν. Τδ
πρῶτδν μὲν γὰρ ἠρνεῖτο είς πρόσωπον τού μακαρίου
$56) Ἦν τοῖς Φαινησίοις μετάλλοις. Meminit in
em persecutione declaranda Phaenesiornm metal-
eadem persecutione declaranda Pharnesiorum metal-
l_orum Eusebius vniiibro inAppendice, vel cap. I7:
Τοῖς κατά Φαινῶ τῆς Παλαιστίνης χαλκοῦ μετάλλοις
τοὺς πάντας παραδίδωσι. Quam 'horrenda'hazc me-

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.