PG 42, col. 336

TAAE ΕΝΕΣΤῙ ΚΑΙ ΕΝ Τῼ ΠΡΩΤῼ ΤΟΜῼ
ΤΟΥ ΤΡΙΤΟΥ ΒΙΒΛΙΟΥ
CONTINENTUR,
smatmus.
Αῠδιανῶν ἁφηνιασμὸς καὶ σχίσμα, ού μέντοι αἶ-
ρεσις. Οὗτοι μὲν διαγωγὴν καὶ βίον εὖ τεταγμένον
κέκτηνται ο είσὶ δὲ κατὰ πάντα τὴν πίστιν ἔχοντες,
ὥς ἡ καθολικὴ Ἐκκλησία. Μοναστήρια δὲ οἱ πλείους
κατοικοῦσι. Κέχρηνται δὲ καὶ ἀποκρύφοις πολλοῖς
κατακόρως. Οὐ συνεύχονται δὲ ἡμῖν, ψέγοντες τοὺς
παρ’ ἡμῖν ἐπισκόπους , πλουσίους , καὶ ἄλλους ο
ἀλλὰ καὶ διὰ τὸ Πάσχα ποιεῖν ἰδιαζόντως , ὅτε οἱ
Ἰουδαῖοι ποιοῦσιν. Ἔχουσι δὲ καὶ ἰδιωτικόν τι καὶ
φιλόνεικον, ξηρότατα τὸ κατ’ εἰκόνα ἑρμηνεύοντες.
Φωτεινιανοί. Οὗτος ὁ Φωτεινδς, ἀπὺ Σιρμὶου
ὑπάρχων, ἔτι καὶ δεῦρο περιενόστει. Ὃς τὰ αὐτὰ
Παύλῳ τῷ Σαμοσατεῖ ἐφρόνησε. Κατά τι δὲ πρὸς
ἐκεῖνον διαφέρονται. Καὶ αὐτοὶ καὶ ἀπὸ Μαρίας καὶ
δεῦρο τὸν Χριστὸν διαϐεϐαιοῦνται.
Μαρκελλιανοί. Ἀπὸ Μαρκέλλου τοῦ ἀπὸ Ἀγκύ-
ρας τῆς Γαλατίας. Οὗτος, ὲν ἀρχῇ παραπλησίως Σα-
ϐελλίῳ φρονήσας, διεφημίσθη. Εἰς ἀπολογίας δὲ
πολλάκις ἐλθὼν , καὶ ἐγγράφως ἀπολογησάμενος,
παρὰ πολλῶν τοῖς αὐτοῖς ἐμμένειν κατηγορήθη.
Ἴσως δὲ μεταγνοὺς τάχα ἑαυτὸν διωρθώσατο, ἢ oi
αὐτοῦ μαθηταί, ’Υπὲρ αὑτοῦ γὰρ ἢ ὑπὲρ τῶν
αὑτοῦ μαθητῶν όρθόδοξοί τινες μέσως ὑπεραπελο-
γοῦντο.
Ἠιιιιὶρειοι. Οἱ Χριστὸν μὲν κτίσμα ὁμολογοῦντες,
εἰρωνείᾳ δὲ κτίσμα αὐτὸν φάσκοντες, ἀλλ’ οὐχ ὡς
ἒν τῶν κτισμάτων* ἀλλὰ, φασὶν , Υἱδν λέγομεν · διὰ
δὲ τὸ μὴ πάθος προσάψαι τῷ Πατρὶ διὰ τοῦ γεγεν-
νηκέναι, κτιστδν αὑτὸν λέγομεν. Ὡσαύτως καὶ πε pi
τοῦ Πνεύ ματος τοῦ ἁγίου , κτίσμα παντελῶς ὁρίζον-
ται, παρεκῦάλλοντες Υίοῦ τὸ ὁμοούσιον, ὁμοιο-
οὐσιον δὲ θέλουσι λέγειν. Ἄλλοι δὲ ἐξ αὐτῶν καὶ τὸ
ὁμοιοούσιον παρεξέὂαλον.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.