PG 44, col. 1221

καθώς φησιν 6 ’Λπόστολος, ἀπηλγηκότες τινὲς παρα-
δῶσι τῷ καθ’ ἁμαρτίαν βίῳ ἑαυτοὺς, νεκροί τινες
ὅντως καὶ πάρετοι τοῦ κατ’ ἀρετὴν βίου γενόμενοι,
οὐδεμίαν ἔχουσιν ὧν ποιοῦσιν τὴν αἴσθησιν. Εί δὲ
καθάψαιτό τις αὐτῶν 6 ἰατρεύων λόγος, οἷον διά
τινων θερμῶν τε καὶ διακαιόντων φαρμάκων (λέγω
δὲ τῶν σκυθρωπῶν τῆς μελλούσης κρίσεως ἀπειλῶν),
καί διά βάθους τὴν καρδίαν τῷ φόϐῳ τῶν προσδο-
κωμένων δριμύξειεν, γεέννης φόὸον, καὶ πῦρ μὴ
αὸεννύ μενον, καὶ ἀτελεύτητον σκώληκα, καὶ βρυγμὸν
ὀδόντων, καὶ κλαυθμὸν ἀδιάλειπτον, καὶ σκότος ἐξώ-
τερον, καὶ ᾶπαντα τά τοιαῦτα, οἷόν τινα θερμά
δριμέα φάρμακα τῷ νεναρκηκότι διὰ τῶν καθ’ ήδο-
νὴν παθημάτων ὲντρίόων καὶ ἁναθάλπων, είς αἴσθη-
σιν αὑτὸν ἀγάγοι τοῦ ὲν ᾧ ἦν βίου, μακαριστὸν αὑτὸν
ἀπεργάσηται, τὴν ὀδυνηρὰν αίσθησιν τῇ ψυχῇ ἐμ-
ποιήσας. Καθάπερ καὶὸ Παῦλος τὸν τῇ κοίτῃ τοῦ
πατρὸς ὲπιλυσσήσαντα, μέχρις ἐκείνου μαστίζει τῷ
λόγῳ, ἕως ἂν ἀναισθήτως εἶχεν τῆς ἁμαρτίας ⁸ ἐπεὶ
δὲ καθίκετο τοῦ ἀνδρὸς ή τῆς ὲπιπλήξεως ἰατρεία,
ὡς ήδη μακάριον διὰ τοῦ πένθους γενόμενον, παρα-
καλεῖν ἄρχεται, ἵνα μὴ τῇ περισσοτέρᾳ λύπῃ, φησὶ.
καταποθῇ 6 τοιοῦτος. Ἔστω δὲ καὶ τοῦτο ἡμῖν τὸ
νόημα πρὸς τὴν προκειμένην τοῦ μακαρισμοῦ θεωσ
ρίαν είς τὸν κατ’ ἀρετὴν βίον οὑκ ἄχρηστον, διὰ τὸ
πλεονάζειν πως ἐν τῇ φύσει τῶν ἀνθρώπων τὴν
ἁμαρτίαν· ταύτης δὲ φάρμακον τὸ ἐκ μετανοίας
πένθος ἀποδέδεικται. Ἀλλά μοι δοκεῖ βαθύτερόν τι
τῶν εἰρημένων ὑποσημαίνειν 6 Λόγος ὲν τῇ παρατα-
τικῇ τοῦ πένθους ἐνεργείᾳ, ἄλλο τι παρὰ τοῦτο νοεῖν
ὑφηγούμενος. Et γάρ μόνην τὴν ἐπὶ τῷ πλημμελή-
ματι μεταμέλειαν ἐπεδείκνυεν, ἀκολουθότερον ἂν
ἦν τοὺς πενθήσαντας μακαρίζεσθαι, ού τοὺς εἰσαεὶ
πενθοῦντας · ὡς ἐπὶ ὑποδείγματος συγκρίσει τῆς ὲν
τῇ νόσῳ διαγωγῆς τοὺς θεραπευθέντας μακαρίζομεν,
οὑ τοὺς εἰσαεὶ θεραπευομένους. Ἦ γάρ παράτασις
τῆς θεραπείας, καὶ τὸ τῆς ἀρρωστίας διηνεκὲς συν-
ενδείκνυται. Καὶ ἄλλως δέ μοι δοκεί καλῶς ἔχειν
μὴ τῷ τοιούτῳ μόνῳ νοήματι τίθεσθαι, ὡς τοῦ Λόγου
τοῖς ἐφ’ ἁμαρτίαις πενθοῦσιν τὸν μακαρισμὸν νέμον-
τος. Πολλοὺς γάρ εὑρήσομεν ἀκατηγόρητον ὲσχη
τας τὸν βίον, κα)⁸ ὑπ’ αὐτῆς τῆς θείας φωνῆς μεμαρ-
τυρημένον ἐπὶ παντὶ τῷ βελτίονι. Ποία γὰρ πλεον-
εξία τοῦ Ἱωάννου; ποία είδωλολατρεία τοῦ Ἡλίου;
Τί μικρὸν ἥ μεῖζον κατὰ τὸν βίον ἐκείνων οἷδενή
ἱστορία πλημμέλημα; Τί οὗν; ’Ἄρα ἔξω τῆς μακαο
ριότητος εἶναι 6 λόγος αὐτοὺς ὑποθήσεται, τοὺς μήτε
τὴν ἀρχὴν νενοσηκότας, μήτε τοῦ φαρμάκου τούτου,
λέγω δὲ τοῦ ὲκ μετανοίας πένθους,είς χρείαν ἐλθόν⁴
τας; Ἦ ἄτοπον εἴη τοὺς τοιούτους τῆς θείας μακα-
ριότητος ἀποϐλήτους οἴεσθαι, ὅτι μήτε ἥμαρτον,
μήτε πένθει τήν ἁμαρτίαν ἱάσαντοξ Ἦ οὕτω γ’ ἂν
εἴη τὸ ἁμαρτάνειν τοῦ ἀναμαρτήτως ζῇν προτιμότε-
“ ιι Cor. ιι, 7.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.