PG 44, col. 436
Ταύτην δὲ ἀειθαλεῖ ξυλῷ αἰνίσσεται, ᾧ ἡ (16) τε·
λειωθεῖσα δι’ ἀρετῆς ὁμοιοῦται ζωὴ.
ΚΕΦΔΛΔΙΟΝ B’.
Ὦς δ’ ἂν ἀκριϐέστερον ὲπισταίημεν τῇ περὶ τῶν
ἀρετῶν διδασκαλίᾳ, ἢν ὑφηγεῖται διὰ πάσης τῆς
ψαλμικῆς ὁδηγίας ὁ λόγος, καλῶς ἂν ἔχοι, πρότερον
ἡμᾶς ἐφ’ ἡμῶν αὑτῶν διελέσθαι, οἷόν τινα τεχνικῶ
λόγον ἐν τάξει δι’ ἀκολούθου προάγοντας, πῶς ἔστιν
ὲν ἀρετῇ γενέσθαι τὸν ἐραστὴν τοῦ τοιούτου βίου.
Οὕτω γὰρ ἂν ὲπιγνοίημεν τῆς προδεικνυμένης δι-
δασκαλίας ἡμῖν τὸ ἀκόλουθον. Χρὴ τοίνυν τὸν μὲλ-
λοντα προς ἀρετὴν βλέπειν, πρότερον μὲν διακρῖναι
τὸν λόγον τόν τε ἀστεῖον καὶ τὸν ὑπαίτιον, ἰδίοις
ἑκάτερον ἐπισημειωσάμενον γνωρίσμασιν, ὡς ἂν
ἀσύγχυτος αὑτῶν ό λόγος εῖη μηδενὶ τῶν κοινωνούν-
των (17) ὲπιθολού μενος. Σημεῖα δὲ τῆς ἐκατέρου (17⁸).
τούτων ίδιότητός ἐστι μὲν ἴσως καὶ ἄλλα τινά* τὰ
γενικὼτερα τῶν ἄλλων, κατά γε τὴν ἐμὴν ὑπόλη-
ψιν, ἔστι ταῦτα· Τὸ μεμερίσθαι πρὸς αἴσθησίν τε
καὶ διάνοιαν τὴν ὲγγινομένην τοῖς ἀνθρώποις παρ’,
αὐτῶν εὑφροσύνηνυ τῆς μὲν κακίας ἡδυνούσης τὴν
αἴσθησιν, τῆς δὲ ἀρετῆς τὴν ψυχὴν εὑφραινούσης.
Ἐπὶ τούτοις ἂν εἴη ἀκόλουθον δι’ εὐφημίας τε καὶ
διαϐολῆς τὴν τῶν ἀκουόντων διάνοιαν ἀπάγειν τε
τοῦ χείρονος, καὶ προσοικειοῦν τῷ βελτίονι· τῆς
μὲν τοῦ πονηροῦ βίου διαϐολῆς τὸ μῖσος πρὸς τὴν
κακίαν φερούσης · τοῦ δὲ τῶν ἀγαθῶν ἐπαίνου, πρὸς
τὸ εὐφημότερον τὴν ἐπιθυμίαν ὲφελκομένου. Μετὰ
τοῦτο δὲ ὼς ἂν ἐνεργότερον τοῦ ἀγαθοῦ βίου τὸ
ἐγκώμιον γένοιτο, καὶ ὲμψυχότερος ὁ τοῦ χείρονος
ψόγος, αὐτῶν προσήκει τῶν ὲν ἀρετῇ θαυμασθέντωφ,
καὶ τῶν ἐν κακίᾳ κατεγνωσμένων τὴν μνήμην ποιή-
σασθαι. Ἐπίτασιν γάρ τινα τῆς ὲν τῇ ψυχῇ διαθέ-
σεως ἐμποιεῖ καὶ βεϐαιότητα, προφανέντα τῶν βίων
τὰ ὑποδείγματα, πρὸς τὴν τῶν ἀρίστων ὀμοτιμίαν
τῆς ἐλπίδος τὴν ψυχὴν ὲφελκομένης, καὶτῆς ἐπὶ
τῶν κατεγνωσμένων διαϐολῆς πρὸς ἀποφυγήν τε καὶ
ἀλλοτρίωσιν τῶν ὁμοίων ἐπιτηδευμάτων παιδοτρι-
ϐούσης. Ἐπὶ πᾶσι δὲ τούτοις ἀναγκαῖον ἂν εῑη πρὸς
ἑκάτερον τούτων λεπτομερῆ τινα διδασκαλίαν ποιή-
σασθαι, ἢ κα)⁸ τὸ κρεῖττον ὑποδείξει καὶ ἀποτρέ-
ψει (18) τοῦ χείρονος πρὸς τοῦτο μὲν ὑποθήκαις
τισὶν καὶ συμϐουλαῖς ὁδηγοῦσα τὴν ἀκοὴν, ἀπὸ δὲ
τῶν χειρόνων διὰ τῶν ἀποτρεπτικῶν ἀπείργουσα
λόγων.
(17⁸) Τῶν ἑκατέρων, ed.
(18)⁷ Ἀποστήσει forte.