PG 44, col. 578

ζειν ἐπὶ τὸν Θεὸν κατακρατήσας, πάλιν, ὥσπερ τινά
λήθην τῶν δεικνυμένων ποιησάμενος πόνων, τοῖς
ἰσχυροτέροις τε καὶ μείζοσιν τῶν ἀνταγωνιστῶν ἑπ-
εγείρεται. Ἰδοὺ γάρ οἷον πόνον ἐαυτῷ διὰ τῶν ἀγώ-
νων προστίθησιν· ι ’Υπὲρ τοῦ λαοῦ, r φησὶν, ι τοῦ
ἀπὸ τῶν άγίων μεμακρυμμένου. r '0 δὲ λαὸς οὗτος,
ἆπαν ἐστὶν τὸ ἀνθρώπινον πλήρωμα, ὅπερ ὀ χωρι-
σμὸς τῶν ἁγίων ἐντολῶν πολλῷ τινι καὶ ἀπείρῳ τῷ
μεταξὺ διαστήματι τοῦ Θεοῦ διετείχισεν. Τοῦτον ἀνα-
καλεῖται διὰ τῆς πρὸς τὸν ἀντίπαλον νίκης, ἔπαθλον
νν ἀγώνων τὴν τῶν ἀπολωλότων σωτηρίαν ποιού-
μενος, οὗ χάριν καὶ ὲνστηλιτεύεται τὸ κατόρθωμα ὲν
ἀνεξαλείπτῳ γραφῇ διαιωνιξούσης τῶν γεγονότων
τῆς μνήμης. Γίνεται οὖν ή νίκη τῷ Δαϐὶδ είς στηλο-
γραφίαν, ι Ὁπότε, ι φησὶν, ‹ ἐκράτησαν αύτδν οε
Ἀλλόφυλοι έν Γέθ. ι Ὠς δ’ ἂν μὴ παραδράμῃ ἡμᾶς
ή διὰ. τῶν αἰνιγμάτων τῆς ἱστορίας ὑφαινομένη διά⁴
νοια τῷ λόγῳ, συντέμνων δι’ ὀλίγου ἐπιδραμοῦμαι
τὴν ίστορίαν.“ Φθόνος ὲνεφύει κατὰ τοῦ Δαεὶδ τῷ τυ-
ραννικῷ Σαοὺλ ἐπὶ τῇ νίκῃ τοῦ Γολιάθ, ὲν τῇ εὐφη-
μίᾳ τῶν διὰ χορείας φαιδρυνομένων τῇ νίκῃ· καὶ
πάσαις ἐπινοίαις λάθρα τε καί⁵ ὲκ τοῦ προδήλου τὸν
κατ’ αὐτοῦ φόνον ὀ Σαοὺλ ἐξηρτύετο. Νῦν μὲν κρύ-
ϐδην τὰς επιϐουλὰς συσκευάζων · αὖθις δὲ διά τοῦ
προδήλου τῶν ὃπλων ἁπτόμενος, καὶ συγκικῶν κατ’
αὑτοῦ τὸ ὑπήκοον. Πολλῆς δὲ πολλάκις προσαχθείσης
πείρας παρὰ τοῦ Σαοὺλ τῷ Δαϐὶδ, τέλος παρὰ τοῖς
Γεθαίοις γενόμενος, πόλιν ᾠκησεν τῶν ἀλλοφύλων⁸
μίαν, ἑκουσίως παραχωρησάντων αὐτῷ, ὲν μετά
τῶν συνασπιστῶν ἧν, δύο νομίμοις γυναιξὶ συνοικῶν,
ὧν ή μὲν ἦν Ἰσραηλῖτις, ὴ δὲ τῶν κατὰ τὸν Κάρμι-
λόν τινος δυναστευόντων γενομένη γυνὴ, μετὰ θάνα-
τον ἐκείνου τῷ Δαὸὶδ συνοικήσασα. Ταῦτα· περιέχειε
ή ἱστορία.
Τὸ τοίνυν κεκρατῆσθαι αὐτὸν ὲν τοῖς ἀλλοφύλοις,
οὐ τὴν ἐπὶ κακῷ γενομένην σύλληψιν περὶ αὐτοῦ δια⁶
σημαίνει· ού γὰρ οὕτως ἐγένετοο ἀλλά τὴν ἀγαπη-
ιήν φιλοφροσύνην τε καὶ διάθεσιν. Τὸν γὰρ ὲκ τῆς
πατρῴας γῆς ἐλαυνόμενον οἱ Γεθαῖοι παρ’ ἑαυτοῖς
κατοικίζουσιν. Τί οὖν ἄρα οὗτος ὁ τοῦ ’ῐεσσὲ Δαϐὶδ,
ό ἐξ ἀνθρώπων ἄνθρωπος, τοσοῦτον τοῖς ίδίοις ἄθλοις
κατώρθωσεν, ὠς πᾶσαν τὴν ἀνθρωπίνην φύσιν διὰ
τῆς τῶν ἁγίων ἐντολῶν παραϐάσεως μακρυνθεϊσαν
άπὸ τοῦ Θεοῦ, πάλιν ἀνακαλέσασθαι, κάκείνῳ μηνύ-
σαι τά τῆς στηλογραφίας αίνίγματα; στηλογραφίαν
δέ τις τὴν θεόπνευστον Γραφὴν ὀνομάζων οὐχ ἀμαρ-
τήσεται. Ἦ δῆλόν ἐστι διὰ τῆς κατά τὴν ἱστορίαν
συμφράσεως, ὃτι τοσοῦτός ἐστιν ὀ ἔξω τῶν τῆς Ἰουο
δαίας ὅρων γενόμενος, καὶ πόλιν ὲν ἀλλοφύλοις έαυ- ί
τῷ συνοικίσας, καὶ διπλῷ συναναπαυόμενος γάμῳ,

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.